ΠΛΟΥΤΑΡΧΟΥ ΔΗΜΗΤΡΙΟΣ
1.1.1 |
Οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν |
ὑπολαβόντες οὐχ ἥκιστά µοι δοκοῦσι τὴν περὶ τὰς κρί- |
|
σεις αὐτῶν κατανοῆσαι δύναµιν, ᾗ τῶν ἐναντίων ὁµοίως |
|
ἑκατέρῳ γένει πεφύκαµεν ἀντιλαµβάνεσθαι. τοῦτο γὰρ |
|
1.1.5 |
αὐταῖς κοινόν ἐστι· τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινοµένων |
1.2.1 |
ἀναφορᾷ διαλλάττουσιν. ἡ µὲν γὰρ αἴσθησις οὐδέν τι |
µᾶλλον ἐπὶ λευκῶν ἢ µελάνων διαγνώσει γέγονεν, οὐδὲ |
|
γλυκέων ἢ πικρῶν, οὐδὲ µαλακῶν καὶ εἰκόντων ἢ σκληρῶν |
|
καὶ ἀντιτύπων, ἀλλ" ἔργον αὐτῆς, ἑκάστοις ἐντυγχάνουσαν |
|
1.2.5 |
ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουµένην πρὸς τὸ φρο- |
1.3.1 |
νοῦν ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι µετὰ λόγου |
συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν |
|
δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ µὲν ἀφ" αὑτῶν καὶ |
|
προηγουµένως, τὰ δ" ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συµβεβη- |
|
1.3.5 |
κὸς ἐπιθεωροῦσι· καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸν καὶ ἁρµο- |
νικῇ τὸ ἐκµελές, ὅπως ἔχει, σκοπεῖν συµβέβηκε πρὸς τὴν |
|
1.4.1 |
τῶν ἐναντίων ἀπεργασίαν· αἵ τε πασῶν τελεώταται τε- |
χνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν |
|
µόνον καὶ δικαίων καὶ ὠφελίµων, ἀλλὰ καὶ βλαβερῶν καὶ |
|
αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴν ἀπειρίᾳ τῶν κα- |
|
1.4.5 |
κῶν καλλωπιζοµένην ἀκακίαν οὐκ ἐπαινοῦσιν, ἀλλ" ἀβελ- |
τερίαν ἡγοῦνται καὶ ἄγνοιαν ὧν µάλιστα γινώσκειν προς- |
|
1.5.1 |
ήκει τοὺς ὀρθῶς βιωσοµένους. οἱ µὲν οὖν παλαιοὶ Σπαρ- |
τιᾶται τοὺς εἵλωτας ἐν ταῖς ἑορταῖς πολὺν ἀναγκάζον- |
|
τες πίνειν ἄκρατον εἰσῆγον εἰς τὰ συµπόσια, τοῖς νέοις |
|
οἷόν ἐστι τὸ µεθύειν ἐπιδεικνύντες· ἡµεῖς δὲ τὴν µὲν |
|
1.5.5 |
ἐκ διαστροφῆς ἑτέρων ἐπανόρθωσιν οὐ πάνυ φιλάν- |
θρωπον οὐδὲ πολιτικὴν ἡγούµεθα, τῶν δὲ κεχρηµένων |
|
ἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐν ἐξουσίαις καὶ |
|
πράγµασι µεγάλοις ἐπιφανῶν εἰς κακίαν οὐ χεῖρον ἴσως |
|
ἐστὶ συζυγίαν µίαν ἢ δύο παρεµβαλεῖν εἰς τὰ παρα- |
|
1.5.10 |
δείγµατα τῶν βίων, οὐκ ἐφ" ἡδονῇ µὰ Δία καὶ δι- |
αγωγῇ τῶν ἐντυγχανόντων ποικίλλοντας τὴν γραφήν, |
|
1.6.1 |
ἀλλ" ὥσπερ Ἰσµηνίας ὁ Θηβαῖος ἐπιδεικνύµενος τοῖς |
µαθηταῖς καὶ τοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθει |
|
λέγειν “οὕτως αὐλεῖν δεῖ” καὶ πάλιν “οὕτως αὐλεῖν οὐ |
|
δεῖ”, ὁ δ" Ἀντιγενείδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀ- |
|
1.6.5 |
κροᾶσθαι τοὺς νέους αὐλητῶν, <ἤν τ>ινα καὶ τῶν φαύ- |
λων πεῖραν λαµβάνωσιν, οὕτως µοι δοκοῦµεν ἡµεῖς |
|
προθυµότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ |
|
µιµηταὶ βίων, εἰ µηδὲ τῶν φαύλων καὶ ψεγοµένων ἀν- |
|
ιστορήτως ἔχοιµεν. |
|
1.7.1 |
Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δηµητρίου τοῦ Πολιορ- |
κητοῦ βίον καὶ τὸν Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν |
|
µάλιστα δὴ τῷ Πλάτωνι µαρτυρησάντων, ὅτι καὶ κακίας |
|
1.8.1 |
µεγάλας ὥσπερ ἀρετὰς αἱ µεγάλαι φύσεις ἐκφέρουσι. γε- |
νόµενοι δ" ὁµοίως ἐρωτικοὶ ποτικοὶ στρατιωτικοὶ µεγαλό- |
|
δωροι πολυτελεῖς ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁµοιότη- |
|
τας ἀκολούθους ἔσχον. οὐ γὰρ µόνον ἐν τῷ λοιπῷ βίῳ |
|
1.8.5 |
µεγάλα µὲν κατορθοῦντες, µεγάλα δὲ σφαλλόµενοι, πλεί- |
στων δ" ἐπικρατοῦντες, πλεῖστα δ" ἀποβάλλοντες, ἀπρος- |
|
δοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες |
|
διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψεν ὁ µὲν ἁλοὺς ὑπὸ τῶν |
|
πολεµίων, ὁ δ" ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόµενος. |
|
2.1.1 |
Ἀντιγόνῳ τοίνυν δυοῖν υἱῶν ἐκ Στρατονίκης τῆς |
Κορράγου γενοµένων, τὸν µὲν ἐπὶ τἀδελφῷ Δηµήτριον, |
|
τὸν δ" ἐπὶ τῷ πατρὶ Φίλιππον ὠνόµασεν. οὗτός ἐστιν ὁ |
|
τῶν πλείστων λόγος. ἔνιοι δὲ τὸν Δηµήτριον οὐχ υἱόν, |
|
2.1.4 |
ἀλλ" ἀδελφιδοῦν γενέσθαι τοῦ Ἀντιγόνου λέγουσιν· ἐπὶ |
νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος, |
|
εἶτα τῆς µητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαµηθείσης, υἱὸν |
|
2.2.1 |
ἐκείνου νοµισθῆναι. τὸν µὲν οὖν Φίλιππον οὐ πολλοῖς |
ἔτεσι τοῦ Δηµητρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι. |
|
Δηµήτριος δὲ µεγέθει µὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ |
|
ὢν µέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυµαστὸς καὶ |
|
2.2.5 |
περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων µηθένα |
τῆς ὁµοιότητος ἐφικέσθαι· τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος |
|
καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ |
|
ἰταµῷ δυσµίµητος ἡρωική τις ἐπιφάνεια καὶ βασιλικὴ |
|
2.3.1 |
σεµνότης. οὕτω δέ πως καὶ τὸ ἦθος ἐπεφύκει πρὸς ἔκ- |
πληξιν ἀνθρώπων ἅµα καὶ χάριν. ἥδιστος γὰρ ὢν συγ- |
|
γενέσθαι, σχολάζων τε περὶ πότους καὶ τρυφὰς καὶ διαί- |
|
τας ἁβροβιώτατος βασιλέων, ἐνεργότατον αὖ πάλιν καὶ |
|
2.3.5 |
σφοδρότατον τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς εἶχε καὶ |
δραστήριον· ᾗ καὶ µάλιστα τῶν θεῶν ἐζήλου τὸν Διόνυ- |
|
σον, ὡς πολέµῳ τε χρῆσθαι δεινότατον, εἰρήνην τ" αὖθις |
|
ἐκ πολέµου τρέψαι [καὶ] πρὸς εὐφροσύνην καὶ χάριν |
|
ἐµµελέστατον. |
|
3.1.1 |
Ἦν µὲν οὖν καὶ φιλοπάτωρ διαφερόντως· τῇ δὲ |
περὶ τὴν µητέρα σπουδῇ καὶ τὸν πατέρα τιµῶν ἐφαί- |
|
νετο δι" εὔνοιαν ἀληθινὴν µᾶλλον ἢ θεραπείαν τῆς δυ- |
|
3.2.1 |
νάµεως. καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχολά- |
ζοντος, ἀπὸ θήρας ὁ Δηµήτριος ἐπέστη, καὶ προσελθὼν |
|
τῷ πατρὶ καὶ φιλήσας, ὥσπερ εἶχε τὰς βολίδας ἐκάθισε |
|
παρ" αὐτόν. ὁ δ" Ἀντίγονος ἀπιόντας ἤδη τοὺς πρές- |
|
3.2.5 |
βεις ἔχοντας τὰς ἀποκρίσεις µεγάλῃ φωνῇ προσαγορεύ- |
σας, “καὶ τοῦτο” εἶπεν “ὦ ἄνδρες ἀπαγγέλλετε περὶ |
|
ἡµῶν, ὅτι πρὸς ἀλλήλους οὕτως ἔχοµεν”, ὡς ἰσχύν τινα |
|
πραγµάτων βασιλικῶν καὶ δυνάµεως ἐπίδειξιν οὖσαν |
|
3.3.1 |
τὴν πρὸς υἱὸν ὁµόνοιαν καὶ πίστιν. οὕτως ἄρα πάντῃ |
δυσκοινώνητον ἡ ἀρχὴ καὶ µεστὸν ἀπιστίας καὶ δυσνοίας, |
|
ὥστ" ἀγάλλεσθαι τὸν µέγιστον τῶν Ἀλεξάνδρου διαδό- |
|
χων καὶ πρεσβύτατον, ὅτι µὴ φοβεῖται τὸν υἱόν, ἀλλὰ |
|
3.4.1 |
προσίεται τὴν λόγχην ἔχοντα τοῦ σώµατος πλησίον. οὐ |
µὴν ἀλλὰ καὶ µόνος ὡς εἰπεῖν ὁ οἶκος οὗτος ἐπὶ πλεί- |
|
στας διαδοχὰς τῶν τοιούτων κακῶν ἐκαθάρευσε, µᾶλ- |
|
λον δ" εἷς µόνος τῶν ἀπ" Ἀντιγόνου Φίλιππος ἀνεῖλεν |
|
3.5.1 |
υἱόν. αἱ δ" ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν µὲν |
ἔχουσι παίδων, πολλῶν δὲ µητέρων φόνους καὶ γυναι- |
|
κῶν· τὸ µὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωµέ- |
|
τραι τὰ αἰτήµατα λαµβάνουσιν, οὕτω συνεχωρεῖτο, κοινόν |
|
3.5.5 |
τι νοµιζόµενον αἴτηµα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας. |
4.1.1 |
Τοῦ µέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλέται- |
ρον γεγονέναι τὸν Δηµήτριον ἐν ἀρχῇ παράδειγµα τοιοῦ- |
|
τόν ἐστιν εἰπεῖν. Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς |
|
ἑταῖρος ἦν αὐτοῦ καὶ καθ" ἡλικίαν συνήθης, ἐθεράπευε |
|
4.1.5 |
δ" Ἀντίγονον οὔτ" ὢν οὔτε δοκῶν πονηρός. ἐκ δ" ἐν- |
4.2.1 |
υπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν. ἐδόκει γὰρ µέγα |
καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγµά τι χρυσίου |
|
κατασπείρειν, ἐξ αὐτοῦ δὲ πρῶτον µὲν ὑποφύεσθαι θέρος |
|
χρυσοῦν, ὀλίγῳ δ" ὕστερον ἐπελθὼν ἰδεῖν οὐδὲν ἀλλ" ἢ |
|
4.2.5 |
τετµηµένην καλάµην· λυπούµενος δὲ καὶ περιπαθῶν |
ἀκοῦσαί τινων λεγόντων, ὡς ἄρα Μιθριδάτης εἰς Πόν- |
|
τον Εὔξεινον οἴχεται τὸ χρυσοῦν θέρος ἐξαµησάµενος. |
|
4.3.1 |
ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, |
ἔφρασε τὴν ὄψιν αὐτῷ καὶ ὅτι πάντως τὸν ἄνθρωπον |
|
4.4.1 |
ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. ἀκούσας δ" ὁ |
Δηµήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου καθάπερ |
|
εἰώθει γενοµένου παρ" αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς, |
|
φθέγξασθαι µὲν οὐκ ἐτόλµησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν |
|
4.4.5 |
διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ µικρὸν ἀπὸ τῶν φίλων, |
ὡς ἐγεγόνεσαν µόνοι καθ" αὑτούς, τῷ στύρακι τῆς λόγχης |
|
κατέγραψεν εἰς τὴν γῆν ὁρῶντος αὐτοῦ· “φεῦγε Μιθρι- |
|
δάτα”. συνεὶς δ" ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν, |
|
καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενοµένην ὄψιν ὕπαρ αὐτῷ συν- |
|
4.5.1 |
ετέλει τὸ χρεών· πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας, |
καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένος ὀγδόῃ που διαδοχῇ |
|
παυσάµενον ὑπὸ Ῥωµαίων ἐκεῖνος παρέσχε. ταῦτα µὲν |
|
οὖν εὐφυΐας δείγµατα τοῦ Δηµητρίου πρὸς ἐπιείκειαν |
|
4.5.5 |
καὶ δικαιοσύνην. |
5.1.1 |
Ἐπεὶ δ", ὥσπερ ἐν τοῖς Ἐµπεδοκλέους στοιχείοις |
διὰ τὸ νεῖκος ἔνεστι διαφορὰ πρὸς ἄλληλα καὶ πόλεµος, |
|
µᾶλλον δὲ τοῖς ἀλλήλων ἁπτοµένοις καὶ πελάζουσιν, οὕτω |
|
τὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸς ἀλλήλους ὄντα |
|
5.1.5 |
συνεχῆ πόλεµον αἱ τῶν πραγµάτων καὶ τῶν τόπων συν- |
άφειαι πρὸς ἐνίους ἐποίουν ἐπιφανέστερον καὶ µᾶλλον |
|
ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεµαῖον, αὐτὸς |
|
µὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεµαῖον δ" ἀκούων |
|
ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις |
|
5.2.1 |
[ἀπ]ἄγειν καὶ βιάζεσθαι, κατέπεµψε τὸν υἱὸν Δηµήτριον, |
δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον |
|
5.3.1 |
αὐτοτελῶς ἐπὶ πράγµασι µεγάλοις ἁπτόµενον. οἷα δὲ νέος |
καὶ ἄπειρος ἀνδρὶ συµπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαί- |
|
στρας, ἠθληκότι πολλοὺς καὶ µεγάλους καθ" αὑτὸν ἀγῶνας, |
|
ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόν- |
|
5.4.1 |
των καὶ πεντακισχιλίων ἀποθανόντων. ἀπέβαλε δὲ καὶ |
σκηνὴν καὶ χρήµατα καὶ ὅλως σύµπασαν τὴν περὶ τὸ |
|
σῶµα θεραπείαν. ἀλλὰ ταῦτα µὲν αὐτῷ Πτολεµαῖος ἀπ- |
|
έπεµψε µετὰ τῶν φίλων, εὐγνώµονα καὶ φιλάνθρωπον |
|
5.4.5 |
ἀνειπὼν λόγον, ὡς οὐ περὶ πάντων ἅµα, περὶ δόξης δὲ |
5.5.1 |
καὶ ἀρχῆς πολεµητέον ἐστὶν αὐτοῖς. Δηµήτριος δὲ δεξά- |
µενος ηὔξατο τοῖς θεοῖς µὴ πολὺν χρόνον ὀφειλέτην |
|
Πτολεµαίῳ γενέσθαι χάριτος, ἀλλὰ ταχέως ἀµείψασθαι |
|
5.6.1 |
διὰ τῶν ὁµοίων. καὶ πάθος οὐ µειρακίου παθὼν ἐν ἀρχῇ |
πράξεων ἀνατραπέντος, ἀλλ" ἐµβριθοῦς στρατηγοῦ κεχρη- |
|
µένου πραγµάτων µεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ |
|
κατασκευῆς ὅπλων ἐπεµελεῖτο, καὶ τὰς πόλεις διὰ χειρὸς |
|
5.6.5 |
εἶχε καὶ τοὺς ἀθροιζοµένους ἐγύµναζεν. |
6.1.1 |
Ἀντίγονος δὲ τὴν µάχην πυθόµενος, Πτολεµαῖον µὲν |
ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις ἀγωνιεῖσθαι πρὸς |
|
ἄνδρας, τοῦ δ" υἱοῦ τὸ φρόνηµα καθελεῖν καὶ κολοῦσαι µὴ |
|
βουλόµενος, οὐκ ἐνέστη πάλιν αἰτουµένῳ µάχεσθαι καθ" |
|
6.2.1 |
αὑτόν, ἀλλ" ἐφῆκε. καὶ µετ" οὐ πολὺν χρόνον ἀφῖκτο |
Κίλλης Πτολεµαίου στρατηγὸς µετὰ λαµπρᾶς δυνάµεως, |
|
ὡς ἐξελάσων Συρίας Δηµήτριον ἁπάσης, τῷ προηττῆσθαι |
|
6.3.1 |
καταφρονούµενον. ὁ δ" ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθο- |
µένῳ καὶ φοβήσας, ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατό- |
|
πεδον, καὶ στρατιώτας µὲν ἑπτακισχιλίους ζῶντας εἷλε, |
|
6.4.1 |
χρηµάτων δὲ παµπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας |
οὐχ οἷς ἕξειν, ἀλλ" οἷς ἀποδώσειν ἔµελλε, καὶ τῆς νίκης |
|
οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν ὡς τὴν διάλυσιν τοῦ |
|
φιλανθρωπεύµατος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν. οὐ |
|
6.4.5 |
µὴν αὐτογνωµόνως ταῦτ" ἔπραξεν, ἀλλ" ἔγραψε τῷ πατρί. |
6.5.1 |
δόντος δ" ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι |
χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ <τοὺς> φίλους |
|
αὐτῷ δωρησάµενος ἀφθόνως ἀπέπεµψε. τοῦτο τὸ πά- |
|
θος Συρίας ἐξήλασε Πτολεµαῖον, Ἀντίγονον δὲ κατ- |
|
6.5.5 |
ήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα |
θεάσασθαι τὸν υἱόν. |
|
7.1.1 |
Ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλουµένους Να- |
βαταίους ὑπαγαγέσθαι πεµφθεὶς ὁ Δηµήτριος, ἐκιν- |
|
δύνευσε µὲν εἰς τόπους ἀνύδρους ἐµπεσών, τῷ δὲ µὴ |
|
διαταραχθῆναι µηδ" ἐκπλαγῆναι καταπληξάµενος τοὺς |
|
7.1.5 |
βαρβάρους, λείαν τε λαβὼν πολλὴν καὶ καµήλους ἑπτα- |
κοσίας παρ" αὐτῶν ἀνεχώρησεν. |
|
7.2.1 |
Ἐπεὶ δὲ Σέλευκος ἐκπεσὼν µὲν ὑπ" Ἀντιγόνου τῆς |
Βαβυλωνίας πρότερον, ὕστερον δ" ἀναλαβὼν τὴν ἀρχὴν |
|
δι" αὑτοῦ καὶ κρατῶν ἀνέβη µετὰ δυνάµεως τὰ συν- |
|
οροῦντα τοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασον ἐπαρ- |
|
7.3.1 |
χίας προσαξόµενος, ἐλπίζων Δηµήτριος ἔρηµον εὑρήσειν |
τὴν Μεσοποταµίαν καὶ περάσας ἄφνω τὸν Εὐφράτην, εἰς |
|
τὴν Βαβυλῶνα παρεισπεσὼν ἔφθη, καὶ τῆς ἑτέρας ἄκρας |
|
– δύο γὰρ ἦσαν – ἐκκρούσας τὴν Σελεύκου φρουρὰν |
|
7.3.5 |
καὶ κρατήσας, ἰδίους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας. |
7.4.1 |
ἐκ δὲ τῆς χώρας ὅσα φέρειν ἢ ἄγειν ἠδύναντο τοὺς στρα- |
τιώτας ὠφελεῖσθαι καὶ λαµβάνειν κελεύσας, ἐπανῆλθεν |
|
ἐπὶ θάλασσαν, βεβαιοτέραν Σελεύκῳ τὴν ἀρχὴν ἀπολιπών· |
|
ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡς µηκέτι προσήκου- |
|
7.4.5 |
σαν αὐτοῖς. |
7.5.1 |
Πτολεµαίου µέντοι πολιορκοῦντος Ἁλικαρνασόν, ὀξέως |
βοηθήσας ἐξήρπασε τὴν πόλιν. |
|
8.1.1 |
Ἐνδόξου δὲ τῆς φιλοτιµίας ταύτης γενοµένης, ὁρ- |
µὴ παρέστη θαυµάσιος αὐτοῖς ἐλευθεροῦν τὴν Ἑλλάδα, |
|
πᾶσαν ὑπὸ Κασσάνδρου καὶ Πτολεµαίου καταδεδουλω- |
|
8.2.1 |
µένην. τούτου πόλεµον οὐδεὶς ἐπολέµησε τῶν βασιλέων |
καλλίω καὶ δικαιότερον· ἃς γὰρ ἅµα τοὺς βαρβάρους |
|
ταπεινοῦντες εὐπορίας συνήγαγον, εἰς τοὺς Ἕλληνας ὑπὲρ |
|
8.3.1 |
εὐδοξίας καὶ τιµῆς ἀνήλισκον. ὡς δὲ πρῶτον ἐδόκει πλεῖν |
ἐπὶ τὰς Ἀθήνας, τῶν φίλων εἰπόντος τινὸς πρὸς τὸν |
|
Ἀντίγονον, ὅτι δεῖ ταύτην τὴν πόλιν ἂν ἕλωσι κατέχειν |
|
δι" αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν, οὐ προσέσχεν |
|
8.3.5 |
ὁ Ἀντίγονος, ἀλλ" ἐπιβάθραν µὲν ἔφη καλὴν καὶ ἀσάλευτον |
εἶναι τὴν εὔνοιαν, τὰς δ" Ἀθήνας, ὥσπερ σκοπὴν τῆς |
|
οἰκουµένης, ταχὺ τῇ δόξῃ διαπυρσεύσειν εἰς ἅπαντας |
|
8.4.1 |
ἀνθρώπους τὰς πράξεις. ἔπλει δὲ Δηµήτριος ἔχων ἀργυρίου |
πεντακισχίλια τάλαντα καὶ στόλον νεῶν πεντήκοντα καὶ |
|
διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ µὲν ἄστυ Δηµητρίου τοῦ |
|
Φαληρέως Κασσάνδρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ |
|
8.5.1 |
φρουρᾶς καθεστώσης. εὐτυχίᾳ δ" ἅµα καὶ προνοίᾳ χρησά- |
µενος ἐπεφαίνετο τῷ Πειραιεῖ πέµπτῃ φθίνοντος Θαργη- |
|
λιῶνος, προαισθοµένου µὲν οὐδενός, ἐπεὶ δ" ὤφθη πλησίον |
|
ὁ στόλος, ἁπάντων ὡς Πτολεµαϊκὰς τὰς ναῦς ὑποδέχε- |
|
8.5.5 |
σθαι παρασκευαζοµένων. ὀψὲ <δὲ> συµφρονήσαντες ἐβοή- |
θουν οἱ στρατηγοί, καὶ θόρυβος ἦν οἷον εἰκὸς ἐν ἀπρος- |
|
δοκήτῳ πολεµίους ἀποβαίνοντας ἀναγκαζοµένων ἀµύ- |
|
8.6.1 |
νεσθαι. τοῖς γὰρ στόµασι τῶν λιµένων ἀκλείστοις ἐπι- |
τυχὼν ὁ Δηµήτριος καὶ διεξελάσας, ἐντὸς ἦν ἤδη κατα- |
|
φανὴς πᾶσι, καὶ διεσήµηνεν ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας |
|
8.7.1 |
καὶ σιωπῆς. γενοµένου δὲ τούτου κήρυκα παραστησά- |
µενος ἀνεῖπεν, ὅτι πέµψειεν αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ, |
|
<τοὺς> Ἀθηναίους ἐλευθερώσοντα καὶ τὴν φρουρὰν |
|
ἐκβαλοῦντα καὶ τοὺς νόµους αὐτοῖς καὶ τὴν πάτριον |
|
8.7.5 |
ἀποδώσοντα πολιτείαν. |
9.1.1 |
Ἀναρρηθέντων δὲ τούτων οἱ µὲν πολλοὶ παραχρῆµα |
τὰς ἀσπίδας θέµενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν, καὶ |
|
9.2.1 |
βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δηµήτριον, εὐεργέτην |
καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα |
|
πάντως µὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν |
|
µηδὲν ὧν ἐπαγγέλλεται µέλλῃ βεβαιοῦν, ὅµως δὲ πρέσβεις |
|
9.2.5 |
δεοµένους ἀπέστειλαν, οἷς ὁ Δηµήτριος ἐντυχὼν φιλαν- |
θρώπως συνέπεµψε παρ" ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν |
|
9.3.1 |
Μιλήσιον Ἀριστόδηµον. τοῦ δὲ Φαληρέως διὰ τὴν µετα- |
βολὴν τῆς πολιτείας µᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεµίους |
|
δεδοικότος οὐκ ἠµέλησεν ὁ Δηµήτριος, ἀλλὰ καὶ τὴν |
|
δόξαν αἰδεσθεὶς καὶ τὴν ἀρετὴν τοῦ ἀνδρός, εἰς Θήβας |
|
9.3.5 |
αὐτὸν ὥσπερ ἐβούλετο µετ" ἀσφαλείας συνεξέπεµψεν. |
9.4.1 |
αὐτὸς δὲ τὴν µὲν πόλιν οὐκ ἂν ἔφη καίπερ ἐπιθυ- |
µῶν ἰδεῖν πρότερον ἢ παντάπασιν ἐλευθερῶσαι, τῆς |
|
φρουρᾶς ἀπαλλάξας, τῇ δὲ Μουνυχίᾳ χαράκωµα καὶ |
|
τάφρον περιβαλών, διὰ µέσου Μεγάροις ἐπέπλευσεν ὑπὸ |
|
9.4.5 |
Κασσάνδρου φρουρουµένοις. |
9.5.1 |
Πυθόµενος δὲ τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος γε- |
νοµένην γυναῖκα Κρατησίπολιν ἐν Πάτραις διατρίβου- |
|
σαν οὐκ ἂν ἀηδῶς γενέσθαι µετ" αὐτοῦ, περιβόητον |
|
οὖσαν ἐπὶ κάλλει, καταλιπὼν τὴν δύναµιν ἐν τῇ Μεγα- |
|
9.6.1 |
ρικῇ προῆλθεν εὐζώνους τινὰς ἔχων σὺν αὑτῷ, καὶ τούτους |
πάλιν ἀποστρέψας ἀπεσκήνωσε χωρὶς ὑπὲρ τοῦ λαθεῖν |
|
τὴν γυναῖκα συνελθοῦσαν αὐτῷ. τοῦτό τινες αἰσθόµενοι |
|
9.7.1 |
τῶν πολεµίων ἐξαίφνης κατέδραµον ἐπ" αὐτόν. ὁ δὲ |
φοβηθεὶς καὶ λαβὼν χλαµύδιον εὐτελὲς δρόµῳ φεύγων |
|
ἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας |
|
ἁλῶναι. τὴν δὲ σκηνὴν µετὰ τῶν χρηµάτων ᾤχοντο |
|
9.7.5 |
λαβόντες οἱ πολέµιοι. |
9.8.1 |
Τῶν δὲ Μεγάρων ἁλόντων καὶ τῶν στρατιωτῶν ἐφ" |
ἁρπαγὴν τραποµένων, Ἀθηναῖοι παρῃτήσαντο τοὺς Μεγα- |
|
ρεῖς πολλῇ δεήσει, καὶ τὴν φρουρὰν ὁ Δηµήτριος ἐκβαλὼν |
|
9.9.1 |
ἠλευθέρωσε τὴν πόλιν. ἔτι δὲ τοῦτο πράττων τοῦ φιλοσό- |
φου Στίλπωνος ἐµνήσθη, δόξαν ἔχοντος ἀνδρὸς ᾑρηµένου |
|
πως ἐν ἡσυχίᾳ καταβιῶναι. µεταπεµψάµενος οὖν αὐτὸν |
|
ἠρώτα, µή τις εἴληφέ τι τῶν ἐκείνου. καὶ ὁ Στίλπων “οὐ- |
|
9.9.5 |
δείς” εἶπεν· “οὐδένα γὰρ εἶδον ἐπιστάµαν ἀποφέροντα.” |
9.10.1 |
τῶν δὲ θεραπόντων σχεδὸν ἁπάντων διακλαπέντων, |
ἐπεὶ πάλιν αὐτὸν ὁ Δηµήτριος ἐφιλοφρονεῖτο καὶ τέλος |
|
ἀπαλλαττόµενος εἶπεν· “ἐλευθέραν ὑµῶν ὦ Στίλπων |
|
ἀπολείπω τὴν πόλιν”, “ὀρθῶς” ἔφη “λέγεις· οὐδένα |
|
9.10.5 |
γὰρ ἁµῶν δοῦλον ἀπολέλοιπας.” |
10.1.1 |
Ἐπεὶ δὲ πάλιν ἐπανελθὼν πρὸς τὴν Μουνυχίαν |
καὶ στρατοπεδεύσας ἐξέκοψε τὴν φρουρὰν καὶ κατ- |
|
έσκαψε τὸ φρούριον, οὕτως ἤδη τῶν Ἀθηναίων δεχο- |
|
µένων καὶ καλούντων παρελθὼν εἰς τὸ ἄστυ καὶ συν- |
|
10.1.5 |
αγαγὼν τὸν δῆµον ἀπέδωκε τὴν πάτριον πολιτείαν, καὶ |
προσυπέσχετο παρὰ τοῦ πατρὸς αὐτοῖς ἀφίξεσθαι σίτου |
|
πεντεκαίδεκα µυριάδας µεδίµνων καὶ ξύλων ναυπηγη- |
|
10.2.1 |
σίµων πλῆθος εἰς ἑκατὸν τριήρεις. Ἀθηναῖοι δ" ἀπο- |
λαβόντες τὴν δηµοκρατίαν ἔτει πεντεκαιδεκάτῳ, τὸν |
|
διὰ µέσου χρόνον ἀπὸ τῶν Λαµιακῶν καὶ τῆς περὶ Κραν- |
|
νῶνα µάχης λόγῳ µὲν ὀλιγαρχικῆς, ἔργῳ δὲ µοναρχι- |
|
10.2.5 |
κῆς καταστάσεως γενοµένης διὰ τὴν τοῦ Φαληρέως |
δύναµιν, οὕτως λαµπρὸν ἐν ταῖς εὐεργεσίαις καὶ µέγαν |
|
φανέντα τὸν Δηµήτριον ἐπαχθῆ καὶ βαρὺν ἐποίησαν |
|
10.3.1 |
τῶν τιµῶν ταῖς ἀµετρίαις ἃς ἐψηφίσαντο. πρῶτοι µὲν |
γὰρ ἀνθρώπων ἁπάντων τὸν Δηµήτριον καὶ Ἀντίγονον |
|
βασιλεῖς ἀνηγόρευσαν, ἄλλως ἀφοσιουµένους τοὔνοµα, |
|
[καὶ] τοῦτο δὴ µόνον τῶν βασιλικῶν ἔτι τοῖς ἀπὸ Φιλίπ- |
|
10.3.5 |
που καὶ Ἀλεξάνδρου περιεῖναι δοκοῦν ἄθικτον ἑτέροις καὶ |
10.4.1 |
ἀκοινώνητον· µόνοι δὲ σωτῆρας ἀνέγραψαν θεούς, καὶ |
τὸν ἐπώνυµον καὶ πάτριον ἄρχοντα καταπαύσαντες, |
|
ἱερέα σωτήρων ἐχειροτόνουν καθ" ἕκαστον ἐνιαυτόν, καὶ |
|
τοῦτον ἐπὶ τῶν ψηφισµάτων καὶ τῶν συµβολαίων προέγρα- |
|
10.5.1 |
φον. ἐνυφαίνεσθαι δὲ τῷ πέπλῳ µετὰ τῶν θεῶν αὐτοὺς |
ἐψηφίσαντο, καὶ τὸν τόπον ὅπου πρῶτον ἀπέβη τοῦ |
|
ἅρµατος καθιερώσαντες καὶ βωµὸν ἐπιθέντες Δηµητρίου |
|
10.6.1 |
Καταιβάτου προσηγόρευσαν· ταῖς δὲ φυλαῖς δύο προς- |
έθεσαν, Δηµητριάδα καὶ Ἀντιγονίδα, καὶ τὴν βουλὴν τῶν |
|
πεντακοσίων πρότερον ἑξακοσίων ἐποίησαν, ἅτε δὴ φυλῆς |
|
ἑκάστης πεντήκοντα βουλευτὰς παρεχοµένης. |
|
11.1.1 |
Τὸ δ" ὑπερφυέστατον ἐνθύµηµα τοῦ Στρατοκλέους |
(οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ περιττῶν καινουρ- |
|
γὸς ἀρεσκευµάτων)· ἔγραψεν ὅπως οἱ πεµπόµενοι κατὰ |
|
ψήφισµα δηµοσίᾳ πρὸς Ἀντίγονον ἢ Δηµήτριον ἀντὶ |
|
11.1.5 |
πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ |
Ὀλυµπίαζε τὰς πατρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀν- |
|
άγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς. |
|
11.2.1 |
Ἦν δὲ καὶ τἆλλα παράτολµος ὁ Στρατοκλῆς, καὶ βεβιω- |
κὼς ἀσελγῶς καὶ τῇ βωµολοχίᾳ καὶ βδελυρίᾳ τοῦ παλαιοῦ |
|
Κλέωνος ἀποµιµεῖσθαι δοκῶν τὴν πρὸς τὸν δῆµον |
|
11.3.1 |
εὐχέρειαν. ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς, καί |
ποτ" αὐτῷ πρὸς δεῖπνον ἐξ ἀγορᾶς πριαµένης ἐγκε- |
|
φάλους καὶ τραχήλους “παπαί” εἶπε “τοιαῦτά γ" ὠψώ- |
|
11.4.1 |
νηκας οἷς σφαιρίζοµεν οἱ πολιτευόµενοι.” τῆς δὲ περὶ |
Ἀµοργὸν ἥττης τῶν νεῶν συµβάσης τοῖς Ἀθηναίοις, |
|
φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωµένος διὰ |
|
τοῦ Κεραµεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν |
|
11.4.5 |
εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυ- |
11.5.1 |
λὴν ἐποίησεν. ὀλίγῳ δ" ὕστερον τῶν τὰ ναυάγια κοµι- |
ζόντων ἀπὸ τῆς µάχης παραγενοµένων καὶ τοῦ δήµου |
|
πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταµῶς ὑποστὰς τὸν θό- |
|
ρυβον “εἶτ"” ἔφη “τί πεπόνθατε δεινόν, εἰ δύο ἡµέρας |
|
11.5.5 |
ἡδέως γεγόνατε;” τοιαύτη µὲν ἡ τοῦ Στρατοκλέους |
θρασύτης. |
|
12.1.1 |
Ἦν δ" ἄρα καὶ πυρὸς ἕτερα θερµότερα κατὰ τὸν |
Ἀριστοφάνη· γράφει γάρ τις ἄλλος ὑπερβαλλόµε- |
|
νος ἀνελευθερίᾳ τὸν Στρατοκλέα, δέχεσθαι Δηµήτριον ὁσά- |
|
κις ἂν ἀφίκηται τοῖς Δήµητρος καὶ Διονύσου ξενισµοῖς, τῷ |
|
12.1.5 |
δ" ὑπερβαλλοµένῳ λαµπρότητι καὶ πολυτελείᾳ τὴν ὑποδοχὴν |
12.2.1 |
ἀργύριον εἰς ἀνάθηµα δηµοσίᾳ δίδοσθαι. τέλος δὲ τῶν |
τε µηνῶν τὸν Μουνυχιῶνα Δηµητριῶνα καὶ τῶν ἡµερῶν |
|
τὴν ἕνην καὶ νέαν Δηµητριάδα προσηγόρευσαν, καὶ τῶν |
|
12.3.1 |
ἑορτῶν τὰ Διονύσια µετωνόµασαν Δηµήτρια. ἐπεσήµηνε δὲ |
τοῖς πλείστοις τὸ θεῖον· ὁ µὲν γὰρ πέπλος, ὥσπερ ἐψηφί- |
|
σαντο µετὰ τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς προσενυφηναµένων |
|
Δηµήτριον καὶ Ἀντίγονον, πεµπόµενος διὰ τοῦ Κεραµει- |
|
12.4.1 |
κοῦ µέσος ἐρράγη θυέλλης ἐµπεσούσης. περὶ δὲ τοὺς |
βωµοὺς τοὺς ἐκείνων ἐξήνθησεν ἡ γῆ κύκλῳ πολὺ κώνειον, |
|
12.5.1 |
µηδ" ἄλλως τῆς χώρας πολλαχοῦ φυόµενον. ᾗ δ" ἡµέρᾳ τὰ |
τῶν Διονυσίων ἐγίνετο, τὴν ποµπὴν κατέλυσαν ἰσχυρῶν |
|
πάγων γενοµένων παρ" ὥραν, καὶ πάχνης βαθείας ἐπι- |
|
πεσούσης οὐ µόνον ἀµπέλους καὶ συκᾶς ἁπάσας ἀπέκαυσε |
|
12.5.5 |
τὸ ψῦχος, ἀλλὰ καὶ τοῦ σίτου τὸν πλεῖστον ἐν χλόῃ δι- |
12.6.1 |
έφθειρε. διὸ καὶ Φιλιππίδης ἐχθρὸς ὢν τοῦ Στρατοκλέους |
ἐν κωµῳδίᾳ πρὸς αὐτὸν ἐποίησε ταῦτα· |
|
12.7.1 |
δι" ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀµπέλους, |
δι" ὃν ἀσεβοῦνθ" ὁ πέπλος ἐρράγη µέσος, |
|
ποιοῦντα τιµὰς τὰς [τῶν] θεῶν ἀνθρωπίνας. |
|
ταῦτα καταλύει δῆµον, οὐ κωµῳδία. |
|
12.8.1 |
ἦν δ" ὁ Φιλιππίδης Λυσιµάχου φίλος, καὶ πολλὰ δι" |
αὐτὸν ὁ δῆµος εὖ ἔπαθεν ὑπὸ τοῦ βασιλέως. ἐδόκει δὲ |
|
καὶ πρὸς πρᾶξιν αὐτῷ καὶ πρὸς στρατείαν εὐσύµβολος |
|
ἀπαντήσας εἶναι καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθος |
|
12.8.5 |
εὐδοκίµει, µηθὲν ἐνοχλῶν µηδ" αὐλικῆς περιεργίας ἀνα- |
12.9.1 |
πιµπλάµενος. φιλοφρονουµένου δέ ποτε τοῦ Λυσιµάχου |
πρὸς αὐτὸν καὶ εἰπόντος “ὦ Φιλιππίδη, τίνος σοι τῶν ἐµῶν |
|
µεταδῶ;” “µόνον” ἔφη “βασιλεῦ µὴ τῶν ἀπορρήτων”. |
|
τοῦτον µὲν οὖν ἐπίτηδες ἐκείνῳ παρεθήκαµεν, τῷ ἀπὸ |
|
12.9.5 |
τοῦ βήµατος τὸν ἀπὸ τῆς θυµέλης. |
13.1.1 |
Ὃ δὲ µάλιστα τῶν τιµῶν ὑπερφυὲς ἦν καὶ ἀλλόκοτον, |
ἔγραψε Δροµοκλείδης ὁ Σφήττιος, ὑπὲρ τῆς τῶν ἀσπίδων |
|
ἀναθέσεως εἰς Δελφοὺς παρὰ Δηµητρίου λαβεῖν χρησµόν. |
|
13.2.1 |
αὐτὴν δὲ παραγράψω τὴν λέξιν ἐκ τοῦ ψηφίσµατος οὕτως |
ἔχουσαν· “ἀγαθῇ τύχῃ· δεδόχθαι τῷ δήµῳ, χειροτονῆσαι |
|
τὸν δῆµον ἕνα ἄνδρα ἐξ Ἀθηναίων, ὅστις ἀφικόµενος |
|
πρὸς τὸν Σωτῆρα καὶ καλλιερησάµενος ἐπερωτήσει |
|
13.2.5 |
[Δηµήτριον] τὸν Σωτῆρα, πῶς <ἂν> εὐσεβέστατα καὶ |
κάλλιστα καὶ τὴν ταχίστην ὁ δῆµος τὴν ἀποκατάστασιν |
|
13.3.1 |
ποιήσαιτο τῶν ἀναθηµάτων. ὅ τι δ" ἂν χρήσῃ, ταῦτα |
πράττειν τὸν δῆµον.” οὕτω καταµωκώµενοι τοῦ ἀνθρώ- |
|
που, προσδιέφθειραν αὐτόν, οὐδ" ἄλλως ὑγιαίνοντα τὴν |
|
διάνοιαν. |
|
14.1.1 |
Ἀλλ" ἔν γε ταῖς Ἀθήναις τότε σχολάζων ἠγά- |
γετο χηρεύουσαν Εὐρυδίκην, ἣ Μιλτιάδου µὲν ἦν ἀπό- |
|
γονος τοῦ παλαιοῦ, συνοικήσασα δ" Ὀφέλλᾳ τῷ Κυρή- |
|
νης ἄρξαντι, µετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετο πάλιν |
|
14.2.1 |
εἰς τὰς Ἀθήνας. οἱ µὲν οὖν Ἀθηναῖοι τὸν γάµον τοῦτον |
εἰς χάριν ἔθεντο καὶ τιµὴν τῆς πόλεως· ἄλλως δ" ὁ |
|
Δηµήτριος εὐχερής τις ἦν περὶ γάµους καὶ πολλαῖς ἅµα |
|
συνῆν γυναιξίν, ὧν ἀξίωµα µέγιστον εἶχε καὶ τιµὴν |
|
Φίλα δι" Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυν- |
|
ῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ |
|
14.3.1 |
Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύ- |
την ὡς ἔοικε κοµιδῇ νέον ὄντα τὸν Δηµήτριον ἔπειθεν |
|
ὁ πατήρ, οὐκ οὖσαν αὐτῷ καθ" ὥραν ἀλλὰ πρεσβυτέραν, |
|
λαβεῖν· ἀπροθύµως δ" ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ |
|
Εὐριπίδειον εἰπεῖν (Phoen. 395)· |
|
14.3.5 |
ὅπου τὸ κέρδος, παρὰ φύσιν γαµητέον, |
14.4.1 |
ὁµοιόπτωτόν τι τῷ “δουλευτέον” εὐθυρρηµονήσας. τοι- |
αύτη µὲν οὖν τις ἦν ἡ τοῦ Δηµητρίου τιµὴ πρός τε Φίλαν |
|
καὶ τὰς ἄλλας γαµετάς, ὥστε πολλαῖς µὲν ἀνέδην ἑταίραις, |
|
πολλαῖς δ" ἐλευθέραις συνεῖναι γυναιξί, καὶ µάλιστα δὴ |
|
14.4.5 |
περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασι- |
λέων. |
|
15.1.1 |
Ἐπεὶ δ" ὁ πατὴρ αὐτὸν ἐκάλει Πτολεµαίῳ περὶ |
Κύπρου πολεµήσοντα, πείθεσθαι µὲν ἦν ἀναγκαῖον, |
|
ἀχθόµενος δ" ὅτι τὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεµον ὄντα |
|
καλλίω καὶ λαµπρότερον ἀπολείπει, προσέπεµψε Κλεω- |
|
15.1.5 |
νίδῃ τῷ Πτολεµαίου στρατηγῷ φρουροῦντι Σικυῶνα |
καὶ Κόρινθον, χρήµατα προτείνων ὥστ" ἐλευθέρας ἀφεῖ- |
|
15.2.1 |
ναι τὰς πόλεις. οὐ προσδεξαµένου δ" ἐκείνου, διὰ ταχέων |
ἀναχθεὶς καὶ προσλαβὼν δύναµιν ἐπέπλευσε Κύπρῳ, καὶ |
|
Μενέλαον µὲν ἀδελφὸν Πτολεµαίου µάχην συνάψας εὐθὺς |
|
15.3.1 |
ἐνίκησεν· αὐτοῦ δὲ Πτολεµαίου µετὰ δυνάµεως πεζικῆς |
ἅµα καὶ ναυτικῆς µεγάλης ἐπιφανέντος, ἐγένοντο µὲν |
|
ἀπειλαί τινες καὶ διάλογοι κοµπώδεις, τοῦ µὲν ἀποπλεῖν |
|
Δηµήτριον κελεύοντος πρὶν ὑπὸ τῆς δυνάµεως πάσης |
|
15.3.5 |
ἀθροισθείσης καταπατηθῆναι, Δηµητρίου δ" ἐκεῖνον |
ἀφεῖναι φάσκοντος, ἂν ὁµολογήσῃ Σικυῶνα καὶ Κόρινθον |
|
15.4.1 |
ἀπαλλάξειν τῆς φρουρᾶς. ὁ δ" ἀγὼν οὐ µόνον αὐτοῖς |
ἐκείνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι δυνάσταις πολλὴν |
|
εἶχε προσδοκίαν τῆς ἐπικρεµαµένης ἀδηλότητος, ὡς οὐ |
|
Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸ µέγιστον εὐθὺς εἶναι πάντων |
|
15.4.5 |
τῷ κρατοῦντι τῆς νίκης προστιθείσης. |
16.1.1 |
Αὐτὸς µὲν οὖν ὁ Πτολεµαῖος ἐπέπλει πεντήκοντα |
καὶ ἑκατὸν ναῦς ἔχων, ἐκ δὲ Σαλαµῖνος ἐκέλευσε Μενέλαον |
|
ἑξήκοντα ναυσίν, ὅταν µάλιστα σύστασιν ὁ ἀγὼν ἔχῃ, |
|
προσφερόµενον τὰς Δηµητρίου κόπτειν ἐξόπισθεν καὶ |
|
16.2.1 |
διαταράττειν τὴν τάξιν. Δηµήτριος δὲ ταῖς µὲν ἑξήκοντα |
ταύταις ἀντέταξε δέκα ναῦς – τοσαῦται γὰρ ἤρκουν |
|
στενὸν ὄντα τοῦ λιµένος ἐµφράξαι τὸν ἔκπλουν – , αὐτὸς |
|
δὲ τὸ πεζὸν ἐκτάξας καὶ τοῖς ἀνατείνουσιν εἰς τὴν θάλασσαν |
|
16.2.5 |
ἀκρωτηρίοις περιχεάµενος, οὕτως ἀνήχθη ναυσὶν ἑκατὸν |
16.3.1 |
ὀγδοήκοντα· προσµείξας δὲ ῥώµῃ καὶ βίᾳ πολλῇ, κατὰ |
κράτος ἐτρέψατο τὸν Πτολεµαῖον, αὐτὸν µὲν ὡς ἐνικήθη |
|
διὰ ταχέων φυγόντα ναυσὶν ὀκτὼ µόναις – τοσαῦται γὰρ |
|
ἐκ πασῶν περιεσώθησαν, τῶν δ" ἄλλων αἱ µὲν ἐν τῇ |
|
16.3.5 |
ναυµαχίᾳ διεφθάρησαν, ἑβδοµήκοντα δ" ἥλωσαν αὔταν- |
16.4.1 |
δροι – , τοῦ δ" ἐν ὁλκάσι παρορµοῦντος ὄχλου θεραπόντων |
καὶ φίλων καὶ γυναικῶν, ἔτι δ" ὅπλων καὶ χρηµάτων καὶ |
|
µηχανηµάτων, ἁπλῶς οὐδὲν ἐξέφυγε τὸν Δηµήτριον, ἀλλ" |
|
16.5.1 |
ἔλαβε πάντα καὶ κατήγαγεν εἰς τὸ στρατόπεδον. ἐν δὲ |
τούτοις ἡ περιβόητος ἦν Λάµια, τὴν µὲν ἀρχὴν σπουδα- |
|
σθεῖσα διὰ τὴν τέχνην – ἐδόκει γὰρ αὐλεῖν οὐκ εὐκατα- |
|
φρονήτως – , ὕστερον δὲ καὶ τοῖς ἐρωτικοῖς λαµπρὰ γενο- |
|
16.6.1 |
µένη. τότε γοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νεώτερον |
ἑαυτῆς λαβοῦσα τὸν Δηµήτριον, ἐκράτησε τῇ χάριτι καὶ |
|
κατέσχεν, ὥστ" ἐκείνης εἶναι µόνης ἐραστήν, τῶν δ" |
|
16.7.1 |
ἄλλων ἐρώµενον γυναικῶν. µετὰ δὲ τὴν ναυµαχίαν οὐδ" |
ὁ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τε Σαλαµῖνα παρέδωκε |
|
τῷ Δηµητρίῳ καὶ τὰς ναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους |
|
καὶ διακοσίους καὶ µυρίους καὶ δισχιλίους ὁπλίτας. |
|
17.1.1 |
Οὕτω δὲ λαµπρὰν καὶ καλὴν τὴν νίκην γενοµένην |
ἔτι µᾶλλον ἐπικοσµῶν ὁ Δηµήτριος εὐγνωµοσύνῃ καὶ |
|
φιλανθρωπίᾳ, τοὺς νεκροὺς τῶν πολεµίων ἔθαψε µεγαλο- |
|
πρεπῶς καὶ τοὺς αἰχµαλώτους ἀφῆκεν, Ἀθηναίοις δὲ |
|
17.1.5 |
χιλίας καὶ διακοσίας ἀπὸ τῶν λαφύρων ἐδωρήσατο |
πανοπλίας. |
|
17.2.1 |
Αὐτάγγελον δὲ τῆς νίκης τῷ πατρὶ τὸν Μιλήσιον Ἀρι- |
στόδηµον ἔπεµψε, πρωτεύοντα κολακείᾳ τῶν αὐλικῶν |
|
ἁπάντων, καὶ τότε παρεσκευασµένον ὡς ἔοικε τῶν κο- |
|
17.3.1 |
λακευµάτων τὸ µέγιστον ἐπενεγκεῖν τοῖς πράγµασιν. ὡς |
γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν µὲν οὐκ εἴασε |
|
τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δ" ἀφεῖναι κελεύσας καὶ κατὰ |
|
ναῦν ἔχειν ἀτρέµα πάντας, αὐτὸς ἐµβὰς εἰς τὸ ἐφόλκιον |
|
17.3.5 |
ἐξῆλθε µόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, µετέωρον |
ὄντα τῇ προσδοκίᾳ τῆς µάχης καὶ διακείµενον ὡς εἰκός |
|
ἐστι διακεῖσθαι τοὺς περὶ πραγµάτων τηλικούτων |
|
17.4.1 |
ἀγωνιῶντας. τότε γε µὴν ἀκούσας ἐκεῖνον ἥκειν, ἔτι |
µᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς, καὶ µόλις µὲν αὑτὸν |
|
οἴκοι κατεῖχεν, ἄλλους δ" ἐπ" ἄλλοις ἔπεµπεν ὑπηρέτας |
|
καὶ φίλους πευσοµένους τοῦ Ἀριστοδήµου περὶ τῶν |
|
17.5.1 |
γεγονότων. ἀποκριναµένου δὲ µηδὲν αὐτοῦ µηδενί, βάδην |
δὲ καὶ συνεστῶτι τῷ προσώπῳ µετὰ πολλῆς σιωπῆς |
|
προσιόντος, ἐκπλαγεὶς κοµιδῇ καὶ µηκέτι καρτερῶν ὁ |
|
Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπήντησε, πολλοῦ παραπέµ- |
|
17.5.5 |
ποντος ἤδη τὸν Ἀριστόδηµον ὄχλου καὶ συντρέχοντος |
17.6.1 |
ἐπὶ τὸ βασίλειον. ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείνας τὴν δε- |
ξιὰν ἀνεβόησε µεγάλῃ τῇ φωνῇ· “χαῖρε βασιλεῦ Ἀντίγονε, |
|
νικῶµεν [βασιλέα] Πτολεµαῖον ναυµαχίᾳ, καὶ Κύπρον |
|
ἔχοµεν καὶ στρατιώτας αἰχµαλώτους µυρίους ἑξακισχιλί- |
|
17.6.5 |
ους ὀκτακοσίους.” ὁ δ" Ἀντίγονος “καὶ σὺ νὴ Δία χαῖρε” |
εἶπεν· “οὕτω δ" ἡµᾶς βασανίσας δίκην ὑφέξεις· βράδιον |
|
γὰρ ἀπολήψῃ τὸ εὐαγγέλιον.” |
|
18.1.1 |
Ἐκ τούτου πρῶτον ἀνεφώνησε τὸ πλῆθος Ἀντί- |
γονον καὶ Δηµήτριον βασιλέας. Ἀντίγονον µὲν οὖν εὐθὺς |
|
ἀνέδησαν οἱ φίλοι, Δηµητρίῳ δ" ὁ πατὴρ ἔπεµψε διάδηµα |
|
18.2.1 |
καὶ γράφων ἐπιστολὴν βασιλέα προσεῖπεν. οἱ δ" ἐν Αἰ- |
γύπτῳ τούτων ἀπαγγελλοµένων καὶ αὐτοὶ βασιλέα τὸν |
|
18.3.1 |
ὑφίεσθαι διὰ τὴν ἧτταν. ἐπενείµατο δ" οὕτως τὸ πρᾶγµα τῷ |
ζήλῳ τοὺς <ἄλλους> διαδόχους· καὶ γὰρ Λυσίµαχος ἤρξατο |
|
φορεῖν διάδηµα, καὶ Σέλευκος ἐντυγχάνων τοῖς Ἕλλησιν, |
|
ἐπεὶ τοῖς γε βαρβάροις <καὶ> πρότερον οὗτος ὡς βασιλεὺς |
|
18.4.1 |
ἐχρηµάτιζε. Κάσσανδρος δέ, τῶν ἄλλων αὐτὸν βασιλέα |
καὶ γραφόντων καὶ καλούντων, αὐτὸς ὥσπερ πρότερον |
|
18.5.1 |
εἰώθει τὰς ἐπιστολὰς ἔγραφε. τοῦτο δ" οὐ προσθήκην |
ὀνόµατος καὶ σχήµατος ἐξαλλαγὴν εἶχε µόνον, ἀλλὰ καὶ |
|
τὰ φρονήµατα τῶν ἀνδρῶν ἐκίνησε καὶ τὰς γνώµας ἐπῆρε, |
|
καὶ τοῖς βίοις καὶ ταῖς ὁµιλίαις αὐτῶν ὄγκον ἐνεποίησε |
|
18.5.5 |
καὶ βαρύτητα, καθάπερ τραγικῶν ὑποκριτῶν ἅµα τῇ |
σκευῇ συµµεταβαλόντων καὶ βάδισµα καὶ φωνὴν καὶ |
|
18.6.1 |
κατάκλισιν καὶ προσαγόρευσιν. ἐκ δὲ τούτων ἐγίνοντο καὶ |
περὶ τὰς δικαιώσεις βιαιότεροι, τὴν εἰς πολλὰ παρέχουσαν |
|
αὐτοὺς ἐλαφροτέρους καὶ µαλακωτέρους τοῖς ὑπηκόοις |
|
18.7.1 |
πρότερον εἰρωνείαν τῆς ἐξουσίας ἀφελόντες. τοσοῦτον |
ἴσχυσε κόλακος φωνὴ µία καὶ τοσαύτης ἐνέπλησε τὴν |
|
οἰκουµένην µεταβολῆς. |
|
19.1.1 |
Ἀντίγονος δὲ τοῖς πεπραγµένοις ὑπὸ Δηµητρίου |
περὶ Κύπρον ἐπαρθείς, εὐθὺς ἐστράτευσεν ἐπὶ Πτολε- |
|
µαῖον, αὐτὸς µὲν ἄγων πεζῇ τὴν δύναµιν, Δηµητρίου δὲ |
|
19.2.1 |
µεγάλῳ στόλῳ συµπαραπλέοντος. ὃν δὲ τρόπον ἤµελλε |
κρίνεσθαι τὰ πράγµατα, Μήδιος Ἀντιγόνου φίλος ὄψιν |
|
εἶδε κατὰ τοὺς ὕπνους. ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγω- |
|
νίζεσθαι µετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον, εὐρώστως |
|
19.2.5 |
καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ µικρὸν ἐνδιδόναι τὴν |
δύναµιν αὐτῷ, καὶ τέλος ὡς ἔκαµψεν ἀσθενῆ γενόµενον |
|
19.3.1 |
καὶ µεστὸν ἄσθµατος οὐ ῥᾳδίως ἀναφέρειν. αὐτός τ" οὖν |
ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δηµητρίου χει- |
|
µῶνι µεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους |
|
ἀλιµένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν |
|
19.3.5 |
ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος. |
19.4.1 |
Ἦν δὲ τότε µικρὸν ἀπολείποντα γεγονὼς ἔτη τῶν |
ὀγδοήκοντα· µεγέθει δὲ καὶ βαρύτητι σώµατος µᾶλλον ἢ |
|
διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακό- |
|
µιστος, ἐχρῆτο τῷ παιδί, καὶ δι" εὐτυχίαν καὶ δι" ἐµπει- |
|
19.4.5 |
ρίαν ἤδη τὰ µέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ |
19.5.1 |
πολυτελείας καὶ πότους αὐτοῦ µὴ βαρυνόµενος. εἰρήνης |
γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα, καὶ σχολάζων ἐχρῆτο |
|
πρὸς τὰς ἡδονὰς ἀνειµένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ |
|
19.6.1 |
τοῖς πολέµοις ὡς οἱ φύσει σώφρονες ἔνηφε. λέγεται δὲ |
τῆς Λαµίας ἀναφανδὸν ἤδη κρατούσης τὸν Ἀντίγονον |
|
ὑπὸ τοῦ Δηµητρίου καταφιλούµενον ἥκοντος ἀπὸ ξένης |
|
εἰπεῖν ἅµα γελῶντα· “δοκεῖς Λάµιαν ὦ παῖ καταφιλεῖν.” |
|
19.7.1 |
πάλιν δέ ποτε πλείονας ἡµέρας ἐν πότοις γενοµένου, καὶ |
πρόφασιν λέγοντος ὡς ῥεῦµα διοχλήσειεν αὐτόν, “ἐπυθό- |
|
µην,” φάναι τὸν Ἀντίγονον, “ἀλλὰ πότερον Θάσιον ἢ |
|
19.8.1 |
Χῖον ἦν τὸ ῥεῦµα;” πυθόµενος δ" αὖθις ἀσθενῶς ἔχειν |
αὐτὸν ἐβάδιζεν ὀψόµενος, καὶ τῶν καλῶν τινι περὶ θύρας |
|
ἀπήντησεν· εἰσελθὼν δὲ καὶ καθίσας παρ" αὐτὸν ἥψατο |
|
τῆς χειρός· ἐκείνου δ" εἰπόντος ὅτι νῦν ὁ πυρετὸς ἀπο- |
|
19.8.5 |
κεχώρηκεν, “ἀµέλει παιδίον” ἔφη “καὶ ἐµοὶ νῦν περὶ |
19.9.1 |
θύρας ἀπιὼν ἀπήντηκε.” ταῦτα δ" οὕτω πράως ἔφερε τοῦ |
19.10.1 |
Δηµητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ µὲν γὰρ Σκύθαι |
πίνοντες καὶ µεθυσκόµενοι παραψάλλουσι τὰς νευρὰς τῶν |
|
τόξων, οἷον ἐκλυόµενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούµενοι |
|
τὸν θυµόν, ἐκεῖνος δὲ τὰ µὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυ- |
|
19.10.5 |
τόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα µετα- |
χειριζόµενος, οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέµου |
|
παρασκευαῖς. |
|
20.1.1 |
Ἀλλὰ καὶ παρασκευάσασθαι δύναµιν ἢ χρήσασθαι |
βελτίων ἐδόκει στρατηγὸς εἶναι, πάντα µὲν ἐκ περιουσίας |
|
ὑπάρχειν βουλόµενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰς ναῦς |
|
καὶ τὰ µηχανήµατα µεγαλουργίας καὶ καθ" ἡδονήν τινα |
|
20.2.1 |
τοῦ θεωρεῖν ἀπλήστως ἔχων. εὐφυὴς γὰρ ὢν καὶ θεωρη- |
τικός, οὐκ εἰς παιδιὰς οὐδ" εἰς διαγωγὰς ἀχρήστους |
|
ἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασιλεῖς αὐλοῦντες |
|
20.3.1 |
καὶ ζωγραφοῦντες καὶ τορεύοντες. Ἀέροπος γὰρ ὁ Μακεδὼν |
τραπέζια µικρὰ καὶ λυχνίδια τεκταινόµενος ὁπότε σχολάζοι |
|
διῆγεν. Ἄτταλος δ" ὁ Φιλοµήτωρ ἐκήπευε τὰς φαρµακώ- |
|
δεις βοτάνας, οὐ µόνον ὑοσκύαµον καὶ ἐλλέβορον, ἀλλὰ καὶ |
|
20.3.5 |
κώνειον καὶ ἀκόνιτον καὶ δορύκνιον, αὐτὸς ἐν τοῖς βασι- |
λείοις σπείρων καὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶν |
|
ἔργον πεποιηµένος εἰδέναι καὶ κοµίζεσθαι καθ" ὥραν. |
|
20.4.1 |
οἱ δὲ Πάρθων βασιλεῖς ἐσεµνύνοντο τὰς ἀκίδας τῶν βελῶν |
20.5.1 |
χαράττοντες αὐτοὶ καὶ παραθήγοντες. ἀλλὰ µὴν Δη- |
µητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ µέγεθος ἡ |
|
µέθοδος εἶχεν, ἅµα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔρ- |
|
γων ὕψος τι διανοίας καὶ φρονήµατος συνεκφερόντων, |
|
20.5.5 |
ὥστε µὴ µόνον γνώµης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς |
20.6.1 |
ἄξια φαίνεσθαι βασιλικῆς. µεγέθει µὲν γὰρ ἐπέπληττε |
καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεµίους ἔτερπε· |
|
20.7.1 |
τοῦτο δ" ἔτι µᾶλλον ἀληθῶς ἢ κοµψῶς εἴρηται. καὶ τὰς |
µὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαιδεκήρεις |
|
ἐθαύµαζον ἑστῶτες οἱ πολέµιοι παρὰ τὴν γῆν αὐτῶν |
|
πλεούσας, αἱ δ" ἑλεπόλεις ὡς θέαµα τοῖς πολιορκουµέ- |
|
20.8.1 |
νοις ἦσαν, ὡς αὐτὰ τὰ πράγµατα µαρτυρεῖ. Λυσίµαχος |
µὲν γάρ, ἔχθιστος ὢν Δηµητρίῳ τῶν βασιλέων καὶ |
|
πολιορκοῦντι Σόλους τοὺς Κιλικίους ἀντιτεταγµένος, |
|
ἔπεµψε παρακαλῶν ἐπιδεῖξαι τὰς µηχανὰς αὐτῷ καὶ τὰς |
|
20.9.1 |
ναῦς πλεούσας· ἐπιδείξαντος δὲ θαυµάσας ἀπῆλθε. Ῥό- |
διοι δὲ πολὺν χρόνον ὑπ" αὐτοῦ πολιορκηθέντες, ἐπεὶ |
|
κατελύσαντο τὸν πόλεµον, ᾐτήσαντο τῶν µηχανῶν ἐνίας, |
|
ὅπως ὑπόµνηµα τῆς ἐκείνου δυνάµεως ἅµα καὶ τῆς αὑ- |
|
20.9.5 |
τῶν ἀνδραγαθίας ἔχωσιν. |
21.1.1 |
Ἐπολέµησε δὲ Ῥοδίοις Πτολεµαίου συµµάχοις |
οὖσι, καὶ τὴν µεγίστην ἑλέπολιν τοῖς τείχεσι προσήγαγεν, |
|
ἧς ἕδρα µὲν ἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτω |
|
πλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκοντα πηχῶν, ἓξ δὲ |
|
21.1.5 |
καὶ ἑξήκοντα πηχῶν ὕψος εἶχεν, εἰς κορυφὴν συννεύ- |
21.2.1 |
ουσα ταῖς ἄνω πλευραῖς στενοτέραν τῆς βάσεως. ἔνδο- |
θεν µὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς, |
|
τὸ δὲ πρὸς τοὺς πολεµίους αὐτῆς µέτωπον ἀνέῳκτο [καὶ] |
|
καθ" ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε |
|
21.2.5 |
βέλη παντοδαπά· µεστὴ γὰρ ἦν ἀνδρῶν µαχοµένων πᾶσαν |
21.3.1 |
ἰδέαν µάχης. καὶ τὸ µὴ κραδαινόµενον αὐτῆς µηδὲ κλι- |
νόµενον ἐν ταῖς κινήσεσιν, ἀλλ" ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσά- |
|
λευτον ἰσορρόπως ἅµα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχω- |
|
ροῦν θάµβος ἅµα τῇ ψυχῇ καὶ χάριν τινὰ τῇ ὄψει τῶν |
|
21.4.1 |
θεωµένων παρεῖχε. πρὸς δὲ τοῦτον τὸν πόλεµον αὐτῷ |
καὶ θώρακες ἐκοµίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, µνῶν |
|
21.5.1 |
ὁλκῆς ἑκάτερος τεσσαράκοντα. δυσπάθειαν δὲ καὶ ῥώµην |
αὐτῶν ἐπιδεικνύµενος ὁ τεχνίτης Ζωίλος ἐκέλευσεν ἐξ |
|
εἴκοσι βηµάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προς- |
|
πεσόντος ἀρραγὴς διέµεινεν ὁ σίδηρος, ἀµυχὴν δὲ µόλις |
|
21.6.1 |
ἔσχεν ἀµβλεῖαν οἷον ἀπὸ γραφείου. τοῦτον αὐτὸς ἐφόρει, |
τὸν δ" ἕτερον Ἄλκιµος ὁ Ἠπειρώτης, ἀνὴρ πολεµικώτατος |
|
τῶν σὺν αὐτῷ καὶ ῥωµαλεώτατος, ὃς µόνος ἐχρῆτο διτα- |
|
λάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωµένων ταλαντιαίᾳ, καὶ |
|
21.6.5 |
µαχόµενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν. |
22.1.1 |
Εὐρώστως δὲ τῶν Ῥοδίων ἀµυνοµένων, οὐδὲν ἄξιον |
λόγου πράττων ὁ Δηµήτριος ὅµως ἐθυµοµάχει πρὸς |
|
αὐτούς, ὅτι Φίλας τῆς γυναικὸς αὐτῷ γράµµατα καὶ |
|
στρώµατα καὶ ἱµάτια πεµψάσης, λαβόντες τὸ πλοῖον |
|
22.1.5 |
ὥσπερ εἶχε πρὸς Πτολεµαῖον ἀπέστειλαν, καὶ τὴν Ἀθη- |
22.2.1 |
ναίων οὐκ ἐµιµήσαντο φιλανθρωπίαν, οἳ Φιλίππου πο- |
λεµοῦντος αὐτοῖς γραµµατοφόρους ἑλόντες, τὰς µὲν ἄλ- |
|
λας ἀνέγνωσαν ἐπιστολάς, µόνην δὲ τὴν Ὀλυµπιάδος οὐκ |
|
ἔλυσαν, ἀλλ" ὥσπερ ἦν κατασεσηµασµένη πρὸς ἐκεῖνον |
|
22.2.5 |
ἀπέστειλαν. |
22.3.1 |
Οὐ µὴν ἀλλὰ καίπερ ἐπὶ τούτῳ σφόδρα δηχθεὶς ὁ |
Δηµήτριος εὐθὺς παρασχόντας λαβὴν οὐχ ὑπέµεινεν |
|
22.4.1 |
ἀντιλυπῆσαι τοὺς Ῥοδίους. ἔτυχε γὰρ αὐτοῖς ὁ Καύνιος |
Πρωτογένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθεσιν, |
|
καὶ τὸν πίνακα µικρὸν ἀπολείποντα τοῦ τέλος ἔχειν ἔν |
|
22.5.1 |
τινι τῶν προαστίων ἔλαβεν ὁ Δηµήτριος. πεµψάντων δὲ |
κήρυκα τῶν Ῥοδίων καὶ δεοµένων φείσασθαι καὶ µὴ |
|
διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰς τοῦ πατρὸς ἂν |
|
εἰκόνας ἐµπρῆσαι µᾶλλον ἢ τέχνης πόνον τοσοῦτον. ἑπτὰ |
|
22.5.5 |
γὰρ ἔτεσι λέγεται συντελέσαι τὴν γραφὴν ὁ Πρωτογένης. |
22.6.1 |
καί φησιν Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάµενος τὸ |
ἔργον, ὥστε καὶ φωνὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δ" εἰπεῖν |
|
ὅτι “µέγας ὁ πόνος καὶ θαυµαστὸν τὸ ἔργον”, οὐ µὴν |
|
ἔχειν γε χάριτας δι" ἃς οὐρανοῦ ψαύειν τὰ ὑπ" αὐτοῦ |
|
22.7.1 |
γραφόµενα. ταύτην µὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς |
ἄλλαις συνωσθεῖσαν ἐν Ῥώµῃ τὸ πῦρ ἐπενείµατο. |
|
22.8.1 |
Τῶν δὲ Ῥοδίων κατεξανισταµένων τοῦ πολέµου, δεό- |
µενον προφάσεως τὸν Δηµήτριον Ἀθηναῖοι παραγενό- |
|
µενοι διήλλαξαν ἐπὶ τῷ συµµαχεῖν Ῥοδίους Ἀντιγόνῳ |
|
καὶ Δηµητρίῳ πλὴν ἐπὶ Πτολεµαῖον. |
|
23.1.1 |
Ἐκάλουν δὲ τὸν Δηµήτριον οἱ Ἀθηναῖοι, Κας- |
23.2.1 |
σάνδρου τὸ ἄστυ πολιορκοῦντος. ὁ δὲ ναυσὶν ἐπιπλεύσας |
τριακοσίαις τριάκοντα καὶ πολλοῖς ὁπλίταις, οὐ µό- |
|
νον ἐξήλασε τῆς Ἀττικῆς τὸν Κάσσανδρον, ἀλλὰ καὶ |
|
φεύγοντα µέχρι Θερµοπυλῶν διώξας καὶ τρεψάµενος, |
|
23.2.5 |
Ἡράκλειαν ἔλαβεν ἑκουσίως αὐτῷ προσθεµένην καὶ τῶν |
Μακεδόνων ἑξακισχιλίους µεταβαλοµένους πρὸς αὐτόν. |
|
23.3.1 |
ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλληνας ἠλευθέρου, καὶ |
Βοιωτοὺς ἐποιήσατο συµµάχους, καὶ Κεγχρέας εἷλε· καὶ |
|
Φυλὴν καὶ Πάνακτον, ἐπιτειχίσµατα τῆς Ἀττικῆς ὑπὸ |
|
Κασσάνδρου φρουρούµενα, καταστρεψάµενος ἀπέδωκε |
|
23.4.1 |
τοῖς Ἀθηναίοις. οἱ δὲ καίπερ ἐκκεχυµένοι πρότερον εἰς |
αὐτὸν καὶ κατακεχρηµένοι πᾶσαν φιλοτιµίαν, ἐξεῦρον |
|
ὅµως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις |
|
23.5.1 |
φανῆναι. τὸν γὰρ ὀπισθόδοµον τοῦ Παρθενῶνος ἀπέδειξαν |
αὐτῷ κατάλυσιν, κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶς λεγο- |
|
µένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν, οὐ πάνυ κόσµιον |
|
23.6.1 |
ξένον οὐδ" ὡς παρθένῳ πράως ἐπισταθµεύοντα. καίτοι |
τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον αἰσθόµενός ποθ" ὁ πατὴρ ἐν |
|
οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέας γυναῖκας, πρὸς |
|
ἐκεῖνον µὲν οὐδὲν ἐφθέγξατο, παρόντος δ" ἐκείνου τὸν |
|
23.6.5 |
σταθµοδότην µεταπεµψάµενος “οὗτος” εἶπεν, “οὐκ |
ἐξάξεις µου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;” |
|
24.1.1 |
Δηµήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον εἰ δι" |
ἄλλο µηδὲν ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι |
|
(τοῦτο γὰρ ἐβούλετο λέγεσθαι), τοσαύτην ὕβριν εἰς παῖδας |
|
ἐλευθέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασε τῆς ἀκροπό- |
|
24.1.5 |
λεως, ὥστε δοκεῖν τότε µάλιστα καθαρεύειν τὸν τόπον, ὅτε |
Χρυσίδι καὶ Λαµίᾳ καὶ Δηµοῖ καὶ Ἀντικύρᾳ ταῖς πόρ- |
|
24.2.1 |
ναις ἐκείναις συνακολασταίνοι. τὰ µὲν οὖν ἄλλα σαφῶς |
ἀπαγγέλλειν οὐ πρέπει διὰ τὴν πόλιν, τὴν δὲ Δηµο- |
|
κλέους ἀρετὴν καὶ σωφροσύνην ἄξιόν ἐστι µὴ παρελθεῖν. |
|
24.3.1 |
ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δη- |
µήτριον ἔχων τῆς εὐµορφίας τὴν ἐπωνυµίαν κατήγορον· |
|
24.4.1 |
ἐκαλεῖτο γὰρ Δηµοκλῆς ὁ καλός. ὡς δὲ πολλὰ πειρών- |
των καὶ διδόντων καὶ φοβούντων ὑπ" οὐδενὸς ἡλίσκετο, |
|
τέλος δὲ φεύγων τὰς παλαίστρας καὶ τὸ γυµνάσιον εἴς |
|
τι βαλανεῖον ἰδιωτικὸν ἐφοίτα λουσόµενος, ἐπιτηρήσας |
|
24.5.1 |
τὸν καιρὸν ὁ Δηµήτριος ἐπεισῆλθεν αὐτῷ µόνῳ. καὶ ὁ |
παῖς ὡς συνεῖδε τὴν περὶ αὑτὸν ἐρηµίαν καὶ τὴν ἀνάγκην, |
|
ἀφελὼν τὸ πῶµα τοῦ χαλκώµατος εἰς ζέον ὕδωρ ἐνήλατο |
|
καὶ διέφθειρεν αὑτόν, ἀνάξια µὲν παθών, ἄξια δὲ τῆς |
|
24.6.1 |
πατρίδος καὶ τοῦ κάλλους φρονήσας, οὐχ ὡς Κλεαίνετος |
ὁ Κλεοµέδοντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντήκοντα |
|
ταλάντων ἀφεθῆναι διαπραξάµενος, καὶ γράµµατα παρὰ |
|
Δηµητρίου κοµίσας πρὸς τὸν δῆµον, οὐ µόνον ἑαυτὸν |
|
24.7.1 |
κατῄσχυνεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε. τὸν µὲν γὰρ |
Κλεοµέδοντα τῆς δίκης ἀφῆκαν, ἐγράφη δὲ ψήφισµα |
|
µηδένα τῶν πολιτῶν ἐπιστολὴν παρὰ Δηµητρίου κοµίζειν. |
|
24.8.1 |
ἐπεὶ δ" ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε µετρίως, ἀλλ" |
ἠγανάκτησε, δείσαντες αὖθις οὐ µόνον τὸ ψήφισµα |
|
καθεῖλον, ἀλλὰ καὶ τῶν εἰσηγησαµένων καὶ συνειπόντων |
|
24.9.1 |
τοὺς µὲν ἀπέκτειναν, τοὺς δ" ἐφυγάδευσαν· ἔτι δὲ προσεψη- |
φίσαντο, δεδόχθαι τῷ δήµῳ τῶν Ἀθηναίων, πᾶν ὅ τι ἂν |
|
ὁ βασιλεὺς Δηµήτριος κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς |
|
24.10.1 |
ὅσιον καὶ πρὸς ἀνθρώπους εἶναι δίκαιον. εἰπόντος δέ |
τινος τῶν καλῶν κἀγαθῶν µαίνεσθαι τὸν Στρατοκλέα |
|
τοιαῦτα γράφοντα, Δηµοχάρης ὁ Λευκονοεὺς “µαίνοιτο |
|
24.11.1 |
µέντἂν” εἶπεν “εἰ µὴ µαίνοιτο”. πολλὰ γὰρ ὁ Στρατοκλῆς |
ὠφελεῖτο διὰ τὴν κολακείαν. ὁ δὲ Δηµοχάρης ἐπὶ τούτῳ |
|
24.12.1 |
διαβληθεὶς ἐφυγαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι, |
φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίαν ἔχειν δοκοῦντες. |
|
25.1.1 |
Δηµήτριος δὲ παρελθὼν εἰς Πελοπόννησον, οὐ- |
δενὸς ὑφισταµένου τῶν ἐναντίων, ἀλλὰ φευγόντων καὶ |
|
προϊεµένων τὰς πόλεις, προσηγάγετο τήν τε καλου- |
|
µένην Ἀκτὴν καὶ Ἀρκαδίαν πλὴν Μαντινείας, καὶ Ἄρ- |
|
25.1.5 |
γος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο, τάλαντα δοὺς |
25.2.1 |
ἑκατὸν τοῖς φρουροῦσιν. ἐν Ἄργει µὲν οὖν τῆς τῶν |
Ἡραίων ἑορτῆς καθηκούσης ἀγωνοθετῶν καὶ συµπανη- |
|
γυρίζων τοῖς Ἕλλησιν, ἔγηµε τὴν Αἰακίδου θυγατέρα |
|
τοῦ Μολοττῶν βασιλέως, ἀδελφὴν δὲ Πύρρου, Δηιδά- |
|
25.3.1 |
µειαν. Σικυωνίους δὲ φήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν |
πόλιν, ἔπεισεν οὗ νῦν οἰκοῦσι µετοικίσασθαι· τῷ δὲ τόπῳ |
|
καὶ τοὔνοµα τὴν πόλιν συµµεταβαλοῦσαν ἀντὶ Σικυῶνος |
|
25.4.1 |
Δηµητριάδα προσηγόρευσεν. ἐν δ" Ἰσθµῷ κοινοῦ συνεδρίου |
γενοµένου καὶ πολλῶν ἀνθρώπων συνελθόντων, ἡγεµὼν |
|
ἀνηγορεύθη τῆς Ἑλλάδος ὡς πρότερον οἱ περὶ Φίλιππον |
|
25.5.1 |
καὶ Ἀλέξανδρον· ὧν ἐκεῖνος οὐ παρὰ µικρὸν ἐνόµιζεν |
ἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃ καὶ τῇ |
|
25.6.1 |
δυνάµει τῶν πραγµάτων ἐπαιρόµενος. Ἀλέξανδρος γοῦν |
οὐδένα τῶν ἄλλων βασιλέων ἀπεστέρησε τῆς ὁµωνυµίας |
|
οὐδ" ἑαυτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοι πολλοῖς |
|
25.7.1 |
τὸ καλεῖσθαι καὶ εἶναι βασιλέας αὐτὸς δεδωκώς· ἐκεῖνος |
δὲ χλευάζων καὶ γελῶν τοὺς ἄλλον τινὰ πλὴν τοῦ πατρὸς |
|
καὶ αὐτοῦ βασιλέα προσαγορεύοντας, ἡδέως ἤκουε τῶν |
|
παρὰ πότον ἐπιχύσεις λαµβανόντων Δηµητρίου βασιλέως, |
|
25.7.5 |
Σελεύκου δ" ἐλεφαντάρχου, Πτολεµαίου δὲ ναυάρχου, |
Λυσιµάχου δὲ γαζοφύλακος, Ἀγαθοκλέους δὲ τοῦ Σικε- |
|
25.8.1 |
λιώτου νησιάρχου. τούτων δὲ πρὸς τοὺς βασιλεῖς ἐκφερο- |
µένων, οἱ µὲν ἄλλοι [βασιλεῖς] κατεγέλων, Λυσίµαχος δ" |
|
ἠγανάκτει µόνος εἰ σπάδοντα νοµίζει Δηµήτριος αὐτόν· |
|
ἐπιεικῶς γὰρ εἰώθεισαν εὐνούχους ἔχειν γαζοφύλακας. |
|
25.9.1 |
ἦν δὲ καὶ πάντων ἀπεχθέστατος ὁ Λυσίµαχος αὐτῷ, καὶ |
λοιδορῶν εἰς τὸν ἔρωτα τῆς Λαµίας ἔλεγε νῦν πρῶτον |
|
ἑωρακέναι πόρνην προερχοµένην ἐκ τραγικῆς σκηνῆς· |
|
ὁ δὲ Δηµήτριος ἔφη τὴν ἑαυτοῦ πόρνην σωφρονεστέραν |
|
25.9.5 |
εἶναι τῆς ἐκείνου Πηνελόπης. |
26.1.1 |
Τότε δ" οὖν ἀναζευγνύων εἰς τὰς Ἀθήνας ἔγραψεν, |
ὅτι βούλεται παραγενόµενος εὐθὺς µυηθῆναι καὶ τὴν |
|
τελετὴν ἅπασαν ἀπὸ τῶν µικρῶν ἄχρι τῶν ἐποπτικῶν |
|
26.2.1 |
παραλαβεῖν. τοῦτο δ" οὐ θεµιτὸν ἦν οὐδὲ γεγονὸς πρό- |
τερον, ἀλλὰ τὰ µικρὰ τοῦ Ἀνθεστηριῶνος ἐτελοῦντο, τὰ |
|
δὲ µεγάλα τοῦ Βοηδροµιῶνος· ἐπώπτευον δὲ τοὐλάχιστον |
|
26.3.1 |
ἀπὸ τῶν µεγάλων ἐνιαυτὸν διαλείποντες. ἀναγνωσθέντων |
δὲ τῶν γραµµάτων, µόνος ἐτόλµησεν ἀντειπεῖν Πυθόδωρος |
|
ὁ δᾳδοῦχος, ἐπέρανε δ" οὐδέν· ἀλλὰ Στρατοκλέους γνώµην |
|
εἰπόντος, Ἀνθεστηριῶνα τὸν Μουνυχιῶνα ψηφισαµένους |
|
26.3.5 |
καλεῖν καὶ νοµίζειν, ἐτέλουν τῷ Δηµητρίῳ τὰ πρὸς |
26.4.1 |
Ἄγραν· καὶ µετὰ ταῦτα πάλιν ἐξ Ἀνθεστηριῶνος ὁ |
Μουνυχιὼν γενόµενος Βοηδροµιὼν ἐδέξατο τὴν λοιπὴν |
|
τελετήν, ἅµα καὶ τὴν ἐποπτείαν τοῦ Δηµητρίου προσεπι- |
|
26.5.1 |
λαβόντος. διὸ καὶ Φιλιππίδης τὸν Στρατοκλέα λοιδορῶν |
ἐποίησεν· |
|
ὁ τὸν ἐνιαυτὸν συντεµὼν εἰς µῆν" ἕνα, |
|
καὶ περὶ τῆς ἐν τῷ Παρθενῶνι κατασκηνώσεως· |
|
26.5.5 |
ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών, |
καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ. |
|
27.1.1 |
Πολλῶν δὲ γενοµένων ἐν τῇ πόλει τότε πληµµε- |
ληµάτων καὶ παρανοµηµάτων ἐκεῖνο µάλιστα λέγεται |
|
λυπῆσαι τοὺς Ἀθηναίους, ὅτι διακόσια καὶ πεντήκοντα |
|
τάλαντα πορίσαι ταχὺ καὶ δοῦναι προσταχθὲν αὐτοῖς, |
|
27.1.5 |
καὶ τῆς εἰσπράξεως συντόνου καὶ ἀπαραιτήτου γενοµένης, |
ἰδὼν ἠθροισµένον τὸ ἀργύριον ἐκέλευσε Λαµίᾳ καὶ ταῖς |
|
27.2.1 |
περὶ αὐτὴν ἑταίραις εἰς σµῆγµα δοθῆναι. ἡ γὰρ αἰσχύνη |
τῆς ζηµίας καὶ τὸ ῥῆµα τοῦ πράγµατος µᾶλλον ἠνώχλησε |
|
τοὺς ἀνθρώπους. ἔνιοι δὲ τοῦτο Θετταλοῖς, οὐκ Ἀθηναίοις, |
|
27.3.1 |
ὑπ" αὐτοῦ συµβῆναι λέγουσι. χωρὶς δὲ τούτων αὐτὴ καθ" |
ἑαυτὴν ἡ Λάµια τῷ βασιλεῖ παρασκευάζουσα δεῖπνον |
|
ἠργυρολόγησε πολλούς, καὶ τὸ δεῖπνον οὕτως ἤνθησε |
|
τῇ δόξῃ διὰ τὴν πολυτέλειαν, ὥσθ" ὑπὸ Λυγκέως τοῦ |
|
27.4.1 |
Σαµίου συγγεγράφθαι. διὸ καὶ τῶν κωµικῶν τις οὐ |
φαύλως τὴν Λάµιαν Ἑλέπολιν ἀληθῶς προσεῖπε. Δηµο- |
|
χάρης δ" ὁ Σόλιος τὸν Δηµήτριον αὐτὸν ἐκάλει Μῦθον· |
|
27.5.1 |
εἶναι γὰρ αὐτῷ καὶ Λάµιαν. οὐ µόνον δὲ ταῖς γαµεταῖς, |
ἀλλὰ καὶ τοῖς φίλοις τοῦ Δηµητρίου ζῆλον καὶ φθόνον |
|
27.6.1 |
εὐηµεροῦσα καὶ στεργοµένη παρεῖχεν. ἀφίκοντο γοῦν |
τινες παρ" αὐτοῦ κατὰ πρεσβείαν πρὸς Λυσίµαχον, οἷς |
|
ἐκεῖνος ἄγων σχολὴν ἐπέδειξεν ἔν τε τοῖς µηροῖς καὶ |
|
τοῖς βραχίοσιν ὠτειλὰς βαθείας ὀνύχων λεοντείων, καὶ |
|
27.6.5 |
διηγεῖτο τὴν γενοµένην αὐτῷ µάχην πρὸς τὸ θηρίον, |
27.7.1 |
ὑπ" Ἀλεξάνδρου συγκαθειρχθέντι τοῦ βασιλέως. οἱ δὲ |
γελῶντες ἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρίου |
|
27.8.1 |
δήγµατα φέρειν ἐν τῷ τραχήλῳ, Λαµίας. ἦν δὲ θαυµαστόν, |
ὅτι τῆς Φίλας ἐν ἀρχῇ τὸ µὴ καθ" ἡλικίαν δυσχεραίνων, |
|
ἥττητο τῆς Λαµίας καὶ τοσοῦτον ἤρα χρόνον ἤδη παρ- |
|
27.9.1 |
ηκµακυίας. Δηµὼ γοῦν ἡ ἐπικαλουµένη Μανία, παρὰ δεῖ- |
πνον αὐλούσης τῆς Λαµίας καὶ τοῦ Δηµητρίου πυθοµέ- |
|
27.10.1 |
νου “τί σοι δοκεῖ;” “γραῦς” εἶπεν “ὦ βασιλεῦ.” πάλιν |
δὲ τραγηµάτων παρατεθέντων, κἀκείνου πρὸς αὐτὴν |
|
εἰπόντος· “ὁρᾷς ὅσα µοι Λάµια πέµπει;” “πλείονα” ἔφη |
|
“πεµφθήσεταί σοι παρὰ τῆς ἐµῆς µητρός, ἐὰν θέλῃς καὶ |
|
27.11.1 |
µετ" αὐτῆς καθεύδειν.” ἀποµνηµονεύεται δὲ τῆς Λαµίας |
καὶ πρὸς τὴν λεγοµένην Βοκχώρεως κρίσιν ἀντίρρησις. |
|
27.12.1 |
ἐπεὶ γάρ τις ἐρῶν ἐν Αἰγύπτῳ τῆς ἑταίρας Θώνιδος |
ᾐτεῖτο συχνὸν χρυσίον, εἶτα κατὰ τοὺς ὕπνους δόξας |
|
αὐτῇ συγγενέσθαι τῆς ἐπιθυµίας ἐπαύσατο, δίκην ἔλαχεν |
|
27.13.1 |
ἡ Θῶνις αὐτῷ τοῦ µισθώµατος. ἀκούσας δὲ τὸν λόγον |
ὁ Βόκχωρις ἐκέλευσε τὸν ἄνθρωπον ὅσον ᾐτήθη χρυσίον |
|
ἠριθµηµένον ἐν τῷ ἀγγείῳ διαφέρειν δεῦρο κἀκεῖσε τῇ |
|
χειρί, τὴν δ" ἑταίραν ἔχεσθαι τῆς σκιᾶς, ὡς τὴν δόξαν |
|
27.14.1 |
τῆς ἀληθείας σκιὰν οὖσαν. οὐκ ᾤετο ταύτην εἶναι τὴν |
κρίσιν ἡ Λάµια δικαίαν· οὐ γὰρ ἀπέλυσεν ἡ σκιὰ τῆς |
|
ἐπιθυµίας τοῦ ἀργυρίου τὴν ἑταίραν, τὸ δ" ὄναρ ἔπαυσεν |
|
ἐρῶντα τὸν νεανίσκον. ταῦτα µὲν οὖν περὶ Λαµίας. |
|
28.1.1 |
Τὴν δὲ διήγησιν ὥσπερ ἐκ κωµικῆς σκηνῆς πάλιν |
εἰς τραγικὴν µετάγουσιν αἱ τύχαι καὶ αἱ πράξεις τοῦ |
|
28.2.1 |
ἀνδρὸς ὃν διηγούµεθα. τῶν γὰρ ἄλλων βασιλέων ἁπάν- |
των συνισταµένων ἐπὶ τὸν Ἀντίγονον καὶ συµφερόντων |
|
εἰς ταὐτὸ τὰς δυνάµεις, ἀπῆρεν ὁ Δηµήτριος ἐκ τῆς Ἑλλά- |
|
δος, καὶ τῷ πατρὶ συµµείξας φιλοτιµουµένῳ παρ" ἡλικίαν |
|
28.3.1 |
πρὸς τὸν πόλεµον, ἔτι µᾶλλον αὐτὸς ἐπερρώσθη. καίτοι |
δοκεῖ γ" Ἀντίγονος, εἰ µικρῶν τινων ὑφεῖτο καὶ τῆς ἄγαν |
|
φιλαρχίας ἐχάλασε, µέχρι παντὸς ἂν αὑτῷ διαφυλάξαι |
|
28.4.1 |
κἀκείνῳ καταλιπεῖν τὸ πρῶτον εἶναι. φύσει δὲ βαρὺς ὢν |
καὶ ὑπερόπτης καὶ τοῖς λόγοις οὐχ ἧττον ἢ τοῖς πράγµασι |
|
τραχύς, πολλοὺς καὶ νέους καὶ δυνατοὺς ἄνδρας ἐξηγρίαινε |
|
28.5.1 |
καὶ παρώξυνε· καὶ τήν γε τότε σύστασιν καὶ κοινωνίαν |
αὐτῶν ἔλεγεν ὥσπερ ὀρνίθων σπερµολόγων συνδροµὴν |
|
28.6.1 |
ἑνὶ λίθῳ καὶ ψόφῳ συνδιαταράξειν. ἦγε δὲ πεζοὺς µὲν |
ἑπτακισµυρίων πλείους, ἱππεῖς δὲ µυρίους, ἐλέφαντας |
|
δ" ἑβδοµήκοντα πέντε, τῶν ἐναντίων ἐχόντων πεζοὺς |
|
µὲν ἑξακισµυρίους καὶ τετρακισχιλίους, ἱππεῖς δὲ πεν- |
|
28.6.5 |
τακοσίοις τῶν ἐκείνου πλείονας, ἐλέφαντας δὲ τετρα- |
28.7.1 |
κοσίους, ἅρµατα δ" ἑκατὸν εἴκοσι. γενοµένῳ δ" ἐγγὺς |
αὐτῶν τροπὴν ἔσχεν ἡ διάνοια τῆς ἐλπίδος µᾶλλον ἢ τῆς |
|
28.8.1 |
γνώµης. ὑψηλὸς γὰρ εἶναι καὶ γαῦρος εἰωθὼς ἐν τοῖς |
ἀγῶσι, καὶ χρώµενος φωνῇ τε µεγάλῃ καὶ λόγοις σοβα- |
|
ροῖς, πολλάκις δὲ καὶ τῷ παρασκῶψαί τι καὶ γελοῖον εἰπεῖν |
|
τῶν πολεµίων ἐν χερσὶν ὄντων ἐπιδειξάµενος εὐστάθειαν |
|
28.8.5 |
καὶ καταφρόνησιν, τότε σύννους ἑωρᾶτο καὶ σιωπηλὸς |
τὰ πολλά, καὶ τὸν υἱὸν ἀπέδειξε τῷ πλήθει καὶ συνέστησε |
|
28.9.1 |
διάδοχον. ὃ δὲ µάλιστα πάντες ἐθαύµασαν, ἐν τῇ σκηνῇ |
µόνος διελέχθη πρὸς αὐτόν, οὐκ εἰθισµένος ἔχειν οὐδὲ |
|
πρὸς ἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλ" ἴδιος ὢν |
|
γνώµῃ, εἶτα προστάττων φανερῶς καὶ χρώµενος οἷς βου- |
|
28.10.1 |
λεύσαιτο καθ" ἑαυτόν. λέγεται γοῦν µειράκιον ἔτι ὄντα |
τὸν Δηµήτριον αὐτοῦ πυθέσθαι, πότε µέλλουσιν ἀνα- |
|
ζευγνύειν· τὸν δ" εἰπεῖν πρὸς ὀργήν· “ἀγωνιᾷς µὴ µόνος |
|
σὺ τῆς σάλπιγγος οὐκ ἀκούσῃς;” |
|
29.1.1 |
Τότε µέντοι καὶ σηµεῖα µοχθηρὰ κατεδουλοῦτο τὴν |
29.2.1 |
γνώµην αὐτῶν. Δηµήτριος µὲν γὰρ ἔδοξε κατὰ τοὺς |
ὕπνους Ἀλέξανδρον ὡπλισµένον λαµπρῶς ἐρωτᾶν, ὁποῖόν |
|
τι σύνθηµα διδόναι πρὸς τὴν µάχην µέλλουσιν· αὐτοῦ δὲ |
|
φήσαντος “Δία καὶ Νίκην”, “ἄπειµι τοίνυν” φάναι “πρὸς |
|
29.2.5 |
τοὺς ἐναντίους· ἐκεῖνοι γάρ µε παραλαµβάνουσιν.” |
29.3.1 |
Ἀντίγονος δὲ παραταττοµένης ἤδη τῆς φάλαγγος ἐξιὼν |
προσέπταισεν, ὥστε πεσεῖν ὅλος ἐπὶ στόµα καὶ διατεθῆναι |
|
χαλεπῶς· ἀναστὰς δὲ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸν |
|
οὐρανόν, ᾐτήσατο νίκην παρὰ τῶν θεῶν ἢ θάνατον ἀναί- |
|
29.4.1 |
σθητον πρὸ τῆς ἥττης. γενοµένης δὲ τῆς µάχης ἐν χερσί, |
Δηµήτριος ἔχων τοὺς πλείστους καὶ κρατίστους τῶν ἱπ- |
|
πέων Ἀντιόχῳ τῷ Σελεύκου συνέπεσε, καὶ µέχρι τροπῆς |
|
τῶν πολεµίων λαµπρῶς ἀγωνισάµενος, ἐν τῇ διώξει σο- |
|
29.4.5 |
βαρᾷ καὶ φιλοτίµῳ παρὰ καιρὸν γενοµένῃ τὴν νίκην |
29.5.1 |
διέφθειρεν. αὐτὸς µὲν γὰρ οὐκ ἔσχε πάλιν ἀναστρέψας |
συµµεῖξαι τοῖς πεζοῖς, τῶν ἐλεφάντων ἐν µέσῳ γενοµένων, |
|
τὴν δὲ φάλαγγα γυµνὴν ἱππέων κατιδόντες οἱ περὶ Σέ- |
|
λευκον οὐκ ἐνέβαλον µέν, ὡς δ" ἐµβαλοῦντες ἐφόβουν |
|
29.6.1 |
καὶ περιήλαυνον, µεταβάλλεσθαι διδόντες αὐτοῖς. ὃ καὶ |
συνέβη· πολὺ γὰρ µέρος ἀπορραγὲν ἑκουσίως µετεχώρησε |
|
29.7.1 |
πρὸς ἐκείνους, τὸ δὲ λοιπὸν ἐτράπη. φεροµένων δὲ πολ- |
λῶν ἐπὶ τὸν Ἀντίγονον, καί τινος τῶν περὶ αὐτὸν εἰπόν- |
|
τος· “ἐπὶ σὲ οὗτοι βασιλεῦ” “τίνα γάρ” εἶπε “<πλὴν> |
|
ἐµοῦ σκοπὸν ἔχουσιν; ἀλλὰ Δηµήτριος ἀφίξεται βοηθῶν.” |
|
29.8.1 |
καὶ τοῦτο µέχρι παντὸς ἐλπίζων καὶ περισκοπῶν τὸν υἱόν, |
ἅµα πολλῶν ἀκοντισµάτων εἰς αὐτὸν ἀφεθέντων ἔπεσε, |
|
καὶ τῶν ἄλλων ἀπολιπόντων ὀπαδῶν καὶ φίλων µόνος |
|
παρέµεινε τῷ νεκρῷ Θώραξ ὁ Λαρισσαῖος. |
|
30.1.1 |
Οὕτω δὲ κριθείσης τῆς µάχης, οἱ µὲν νενικηκότες |
βασιλεῖς τὴν ὑπ" Ἀντιγόνῳ καὶ Δηµητρίῳ πᾶσαν ἀρχὴν |
|
ὥσπερ µέγα σῶµα κατακόπτοντες ἐλάµβανον µερίδας, καὶ |
|
προσδιενείµαντο τὰς ἐκείνων ἐπαρχίας αἷς εἶχον αὐτοὶ |
|
30.2.1 |
πρότερον. Δηµήτριος δὲ µετὰ πεντακισχιλίων πεζῶν καὶ |
τετρακισχιλίων ἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰς |
|
Ἔφεσον, οἰοµένων ἁπάντων ἀποροῦντα χρηµάτων αὐτὸν |
|
οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ, φοβηθεὶς τοὺς στρατιώτας µὴ |
|
30.2.5 |
τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων καὶ τὸν πλοῦν ἐπὶ |
τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις |
|
30.3.1 |
ἔχων τὰς µεγίστας. καὶ γὰρ καὶ ναῦς ἐκεῖ καὶ χρήµατα |
καὶ γυναῖκα Δηιδάµειαν ἐτύγχανε καταλελοιπώς, καὶ |
|
βεβαιοτέραν οὐκ ἐνόµιζε καταφυγὴν εἶναι τοῖς πράγµασι |
|
30.4.1 |
τῆς Ἀθηναίων εὐνοίας. ὅθεν ἐπεὶ γενοµένῳ περὶ τὰς |
Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν, ἀπέχε- |
|
σθαι τῆς πόλεως παρακαλοῦντες, ὡς ἐψηφισµένου τοῦ |
|
δήµου µηδένα δέχεσθαι τῇ πόλει τῶν βασιλέων, τὴν δὲ |
|
30.4.5 |
Δηιδάµειαν εἰς Μέγαρα ἐξέπεµψαν µετὰ τιµῆς καὶ ποµ- |
πῆς πρεπούσης, τοῦ καθεστηκότος ἐξέστη δι" ὀργὴν [αὐ- |
|
τοῦ], καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ |
|
γεγονὼς ἐν τοιαύτῃ µεταβολῇ πραγµάτων οὐ ταπεινὸς |
|
30.5.1 |
οὐδ" ἀγεννής. ἀλλὰ τὸ παρ" ἐλπίδα διεψεῦσθαι τῶν Ἀθη- |
ναίων, καὶ τὴν δοκοῦσαν εὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγ- |
|
µασι κενὴν καὶ πεπλασµένην οὖσαν, ὀδυνηρὸν ἦν αὐτῷ. |
|
30.6.1 |
τὸ γὰρ φαυλότατον ὡς ἔοικεν εὐνοίας ὄχλων βασιλεῦσι |
καὶ δυνάσταις τεκµήριόν ἐστιν ὑπερβολὴ τιµῶν, ἧς ἐν |
|
τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφ- |
|
αιρεῖ τὴν πίστιν ὁ φόβος· τὰ γὰρ αὐτὰ καὶ δεδιότες ψηφί- |
|
30.7.1 |
ζονται καὶ φιλοῦντες. διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς |
ἀνδριάντας οὐδὲ γραφὰς οὐδ" ἀποθεώσεις, ἀλλὰ µᾶλλον |
|
εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυτῶν ἀποβλέποντες, |
|
ἢ πιστεύουσιν ὡς τιµαῖς, ἢ ἀπιστοῦσιν ὡς ἀνάγκαις· |
|
30.8.1 |
ὡς οἵ γε δῆµοι πολλάκις ἐν αὐταῖς µάλιστα ταῖς τιµαῖς |
µισοῦσι τοὺς ἀµέτρως καὶ ὑπερόγκως καὶ παρ" ἀκόντων |
|
λαµβάνοντας. |
|
31.1.1 |
Ὁ γοῦν Δηµήτριος τότε δεινὰ µὲν ἡγούµενος |
πάσχειν, ἀδύνατος δ" ὢν ἀµύνασθαι, προσέπεµψε τοῖς |
|
Ἀθηναίοις ἐγκαλῶν µετρίως, ἀξιῶν δὲ τὰς ναῦς ἀπολαβεῖν, |
|
31.2.1 |
ἐν αἷς ἦν καὶ ἡ τρισκαιδεκήρης. κοµισάµενος δὲ παρ- |
έπλευσεν εἰς Ἰσθµόν, καὶ τῶν πραγµάτων αὐτῷ κακῶς |
|
ἐχόντων – ἐξέπιπτον γὰρ ἑκασταχόθεν αἱ φρουραὶ καὶ |
|
πάντα µεθίστατο πρὸς τοὺς πολεµίους – , ἀπολιπὼν ἐπὶ |
|
31.2.5 |
τῆς Ἑλλάδος Πύρρον, αὐτὸς ἄρας ἐπὶ τὴν Χερρόνησον |
31.3.1 |
ἔπλευσε, καὶ κακῶς ἅµα ποιῶν Λυσίµαχον, ὠφέλει καὶ |
συνεῖχε τὴν περὶ αὑτὸν δύναµιν, ἀρχοµένην ἀναλαµβάνειν |
|
31.4.1 |
καὶ γίνεσθαι πάλιν οὐκ εὐκαταφρόνητον. ὁ δὲ Λυσίµαχος |
ὑπὸ τῶν ἄλλων βασιλέων ἠµελεῖτο, µηδὲν ἐπιεικέστερος |
|
ἐκείνου δοκῶν εἶναι, τῷ <δὲ> µᾶλλον ἰσχύειν καὶ φοβερώ- |
|
τερος. |
|
31.5.1 |
Οὐ πολλῷ δ" ὕστερον Σέλευκος ἐµνᾶτο πέµπων τὴν |
Δηµητρίου καὶ Φίλας θυγατέρα Στρατονίκην, ἔχων µὲν |
|
ἐξ Ἀπάµας τῆς Περσίδος υἱὸν Ἀντίοχον, οἰόµενος δὲ τὰ |
|
πράγµατα καὶ διαδόχοις ἀρκεῖν πλείοσι καὶ δεῖσθαι τῆς |
|
31.5.5 |
πρὸς ἐκεῖνον οἰκειότητος, ἐπεὶ καὶ Λυσίµαχον ἑώρα τῶν |
Πτολεµαίου θυγατέρων τὴν µὲν ἑαυτῷ, τὴν δ" Ἀγαθοκλεῖ |
|
31.6.1 |
τῷ υἱῷ λαµβάνοντα. Δηµητρίῳ δ" ἦν ἀνέλπιστος εὐτυχία |
κηδεῦσαι Σελεύκῳ, καὶ τὴν κόρην ἀναλαβὼν ἔπλει ταῖς |
|
ναυσὶ πάσαις εἰς Συρίαν, τῇ τ" ἄλλῃ γῇ προσέχων ἀναγ- |
|
καίως καὶ τῆς Κιλικίας ἁπτόµενος, ἣν Πλείσταρχος εἶχε, |
|
31.6.5 |
µετὰ τὴν πρὸς Ἀντίγονον µάχην ἐξαίρετον αὐτῷ δοθεῖ- |
σαν ὑπὸ τῶν βασιλέων· ἦν δὲ Κασσάνδρου Πλείσταρχος |
|
31.7.1 |
ἀδελφός. ἀδικεῖσθαι δὲ τὴν χώραν αὑτοῦ νοµίζων ὑπὸ |
Δηµητρίου κατὰ τὰς ἀποβάσεις καὶ µέµψασθαι βουλό- |
|
µενος τὸν Σέλευκον, ὅτι τῷ κοινῷ διαλλάττεται πολεµίῳ |
|
δίχα τῶν ἄλλων βασιλέων, ἀνέβη πρὸς αὐτόν. |
|
32.1.1 |
Αἰσθόµενος δὲ τοῦτο Δηµήτριος ὥρµησεν ἀπὸ |
θαλάσσης ἐπὶ Κυΐνδων, καὶ τῶν χρηµάτων εὑρὼν ἔτι |
|
λοιπὰ χίλια καὶ διακόσια τάλαντα, ταῦτα συσκευασάµενος |
|
32.2.1 |
καὶ φθάσας ἐµβαλέσθαι διὰ ταχέων ἀνήχθη. καὶ παρούσης |
ἤδη Φίλας τῆς γυναικὸς αὐτῷ περὶ Ῥωσσὸν ἀπήντησε |
|
Σέλευκος, καὶ τὴν ἔντευξιν εὐθὺς ἄδολον καὶ ἀνύποπτον |
|
καὶ βασιλικὴν ἐποιοῦντο, πρότερον µὲν Σέλευκος ἑστιάσας |
|
32.2.5 |
ἐπὶ σκηνῆς ἐν τῷ στρατοπέδῳ Δηµήτριον, αὖθις δὲ |
32.3.1 |
Δηµήτριος ἐκεῖνον ἐν τῇ τρισκαιδεκήρει δεξάµενος. ἦσαν |
δὲ καὶ σχολαὶ καὶ κοινολογίαι καὶ συνδιηµερεύσεις |
|
ἀφρούρων καὶ ἀνόπλων, ἄχρι οὗ Σέλευκος τὴν Στρατονί- |
|
κην ἀναλαβὼν λαµπρῶς εἰς Ἀντιόχειαν ἀνέβη. |
|
32.4.1 |
Δηµήτριος δὲ Κιλικίαν κατέσχε, καὶ Φίλαν τὴν γυ- |
ναῖκα πρὸς Κάσσανδρον ἔπεµψε τὸν ἀδελφόν, ἀπολυσο- |
|
32.5.1 |
µένην τὰς Πλειστάρχου κατηγορίας. ἐν δὲ τούτῳ Δηι- |
δάµεια πλεύσασα πρὸς αὐτὸν ἀπὸ τῆς Ἑλλάδος καὶ |
|
συγγενοµένη χρόνον οὐ πολύν, ἐξ ἀρρωστίας τινὸς |
|
32.6.1 |
ἐτελεύτησε. γενοµένης δ" <αὐτῷ> πρὸς Πτολεµαῖον διὰ |
Σελεύκου φιλίας [αὐτῷ], ὡµολογήθη Πτολεµαΐδα τὴν |
|
32.7.1 |
Πτολεµαίου θυγατέρα λαβεῖν αὐτὸν γυναῖκα. καὶ ταῦτα |
µὲν ἀστεῖα τοῦ Σελεύκου. Κιλικίαν δ" ἀξιῶν χρήµατα |
|
λαβόντα παραδοῦναι Δηµήτριον, ὡς <δ"> οὐκ ἔπειθε |
|
Σιδῶνα καὶ Τύρον ἀπαιτῶν πρὸς ὀργήν, ἐδόκει βίαιος |
|
32.7.5 |
εἶναι καὶ δεινὰ ποιεῖν, εἰ τὴν ἀπ" Ἰνδῶν ἄχρι τῆς κατὰ |
Συρίαν θαλάσσης ἅπασαν ὑφ" αὑτῷ πεποιηµένος, οὕτως |
|
ἐνδεής ἐστιν ἔτι πραγµάτων καὶ πτωχός, ὡς ὑπὲρ δυεῖν |
|
πόλεων ἄνδρα κηδεστὴν καὶ µεταβολῇ τύχης κεχρηµένον |
|
32.8.1 |
ἐλαύνειν, λαµπρὰν τῷ Πλάτωνι µαρτυρίαν διδούς, δια- |
κελευοµένῳ (leg. 5, 736e) µὴ τὴν οὐσίαν πλείω, τὴν δ" |
|
ἀπληστίαν ποιεῖν ἐλάσσω τόν γε βουλόµενον ὡς ἀληθῶς |
|
εἶναι πλούσιον, ὡς ὅ γε µὴ παύων φιλοπλουτίαν [οὗτος] |
|
32.8.5 |
οὔτε πενίας οὔτ" ἀπορίας ἀπήλλακται. |
33.1.1 |
Οὐ µὴν ὑπέπτηξε Δηµήτριος, ἀλλὰ φήσας οὐδ" |
ἂν µυρίας ἡττηθῇ µάχας ἄλλας ἐν Ἴψῳ γαµβρὸν ἀγα- |
|
πήσειν ἐπὶ µισθῷ Σέλευκον, τὰς µὲν πόλεις ἐκρατύνατο |
|
φρουραῖς, αὐτὸς δὲ πυθόµενος Λαχάρη στασιάζουσιν |
|
33.1.5 |
Ἀθηναίοις ἐπιθέµενον τυραννεῖν, ἤλπιζε ῥᾳδίως ἐπιφα- |
33.2.1 |
νεὶς λήψεσθαι τὴν πόλιν. καὶ τὸ µὲν πέλαγος ἀσφαλῶς |
διεπεραιώθη µεγάλῳ στόλῳ, παρὰ δὲ τὴν Ἀττικὴν |
|
παραπλέων ἐχειµάσθη, καὶ τὰς πλείστας ἀπέβαλε τῶν |
|
νεῶν, καὶ συνδιεφθάρη πλῆθος ἀνθρώπων οὐκ ὀλίγον. |
|
33.3.1 |
αὐτὸς δὲ σωθεὶς ἥψατο µέν τινος πολέµου πρὸς τοὺς |
Ἀθηναίους, ὡς δ" οὐδὲν ἐπέραινε, πέµψας ναυτικὸν αὖθις |
|
ἀθροίσοντας, αὐτὸς εἰς Πελοπόννησον παρῆλθε καὶ |
|
33.4.1 |
Μεσσήνην ἐπολιόρκει. καὶ προσµαχόµενος τοῖς τείχεσιν |
ἐκινδύνευσε, καταπελτικοῦ βέλους εἰς τὸ πρόσωπον |
|
33.5.1 |
αὐτῷ καὶ τὸ στόµα διὰ τῆς σιαγόνος ἐµπεσόντος. ἀνα- |
ληφθεὶς δὲ καὶ πόλεις τινὰς ἀφεστώσας προσαγαγόµενος, |
|
πάλιν εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ κρατήσας Ἐλευσῖνος |
|
καὶ Ῥαµνοῦντος ἔφθειρε τὴν χώραν, καὶ ναῦν τινα λαβὼν |
|
33.5.5 |
ἔχουσαν σῖτον καὶ εἰσάγουσαν τοῖς Ἀθηναίοις, ἐκρέµασε |
τὸν ἔµπορον καὶ τὸν κυβερνήτην, ὥστε τῶν ἄλλων |
|
ἀποτρεποµένων διὰ φόβον σύντονον λιµὸν ἐν ἄστει |
|
33.6.1 |
γενέσθαι, πρὸς δὲ τῷ λιµῷ καὶ τῶν ἄλλων ἀπορίαν. ἁλῶν |
γοῦν µέδιµνον ὠνοῦντο τετταράκοντα δραχµῶν, ὁ δὲ τῶν |
|
33.7.1 |
πυρῶν [µόδιος] ὤνιος ἦν τριακοσίων. µικρὰν δὲ τοῖς |
Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸν πεντήκοντα νῆες |
|
φανεῖσαι περὶ Αἴγιναν, ἃς ἔπεµψεν ἐπικούρους αὐτοῖς |
|
33.8.1 |
Πτολεµαῖος. εἶτα Δηµητρίῳ πολλῶν µὲν ἐκ Πελοποννήσου, |
πολλῶν δ" ἀπὸ Κύπρου νεῶν παραγενοµένων, ὥστε |
|
συµπάσας ἀθροισθῆναι τριακοσίας, ἔφυγον ἄραντες οἱ |
|
Πτολεµαίου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προέµενος |
|
33.8.5 |
τὴν πόλιν. |
34.1.1 |
Οἱ δ" Ἀθηναῖοι, καίπερ ψηφισάµενοι θάνατον εἰ |
µνησθείη τις εἰρήνης καὶ διαλλαγῆς πρὸς Δηµήτριον, |
|
εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεµπον, |
|
οὐδὲν µὲν ἀπ" ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζο- |
|
34.2.1 |
µένης δὲ τῆς ἀπορίας· ἐν ᾗ δυσχερῶν πολλῶν συµπεσόντων |
λέγεταί τι καὶ τοιοῦτον γενέσθαι· πατέρα καὶ υἱὸν ἐν |
|
οἰκήµατι καθέζεσθαι τὰ καθ" ἑαυτοὺς ἀπεγνωκότας, ἐκ |
|
δὲ τῆς ὀροφῆς µῦν νεκρὸν ἐκπεσεῖν, τοὺς δ" ὡς εἶδον |
|
34.3.1 |
ἀναπηδήσαντας ἀµφοτέρους διαµάχεσθαι περὶ αὐτοῦ. τότε |
καὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσι διαθρέψαι τοὺς |
|
συνήθεις κυάµους πρὸς ἀριθµὸν µετ" αὐτῶν διανεµόµενον. |
|
34.4.1 |
οὕτως οὖν τῆς πόλεως ἐχούσης, εἰσελθὼν ὁ Δηµήτριος καὶ |
κελεύσας εἰς τὸ θέατρον ἀθροισθῆναι πάντας, ὅπλοις µὲν |
|
συνέφραξε τὴν σκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλα- |
|
βεν, αὐτὸς δὲ καταβὰς ὥσπερ οἱ τραγῳδοὶ διὰ τῶν ἄνω |
|
34.4.5 |
παρόδων, ἔτι µᾶλλον ἐκπεπληγµένων τῶν Ἀθηναίων, τὴν |
34.5.1 |
ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν. καὶ |
γὰρ τόνου φωνῆς καὶ ῥηµάτων πικρίας φεισάµενος, |
|
ἐλαφρῶς δὲ καὶ φιλικῶς µεµψάµενος αὐτοῖς διηλλάσσετο, |
|
καὶ δέκα µυριάδας σίτου µεδίµνων ἐπέδωκε, καὶ κατέστη- |
|
34.6.1 |
σεν ἀρχὰς αἳ µάλιστα τῷ δήµῳ προσφιλεῖς ἦσαν. συνιδὼν |
δὲ Δροµοκλείδης ὁ ῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆµον ἔν τε |
|
φωναῖς ὄντα παντοδαπαῖς καὶ τοὺς ἀπὸ τοῦ βήµατος |
|
ἐπαίνους τῶν δηµαγωγῶν ἁµιλλώµενον ὑπερβαλέσθαι, |
|
34.6.5 |
γνώµην ἔγραψε Δηµητρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παρα- |
34.7.1 |
δοθῆναι καὶ τὴν Μουνυχίαν. ἐπιψηφισθέντων δὲ τούτων |
ὁ Δηµήτριος αὐτὸς ἐφ" ἑαυτοῦ προσενέβαλε φρουρὰν εἰς τὸ |
|
Μουσεῖον, ὡς µὴ πάλιν ἀναχαιτίσαντα τὸν δῆµον ἀσχολίας |
|
αὐτῷ πραγµάτων ἑτέρων παρασχεῖν. |
|
35.1.1 |
Ἐχοµένων δὲ τῶν Ἀθηνῶν, εὐθὺς ἐπεβούλευε τῇ |
Λακεδαίµονι, καὶ περὶ Μαντίνειαν Ἀρχιδάµου τοῦ βασι- |
|
35.2.1 |
εἰς τὴν Λακωνικὴν ἐνέβαλε, καὶ πρὸς αὐτῇ τῇ Σπάρτῃ |
πάλιν ἐκ παρατάξεως ἑλὼν πεντακοσίους καὶ διαφθείρας |
|
διακοσίους, ὅσον οὔπω τὴν πόλιν ἔχειν ἐδόκει, µέχρι τῶν |
|
χρόνων ἐκείνων ἀνάλωτον οὖσαν. |
|
35.3.1 |
Ἀλλ" ἡ τύχη περὶ οὐδένα τῶν βασιλέων ἔοικεν οὕτως |
τροπὰς λαβεῖν µεγάλας καὶ ταχείας, οὐδ" ἐν ἑτέροις πράγ- |
|
µασι τοσαυτάκις µικρὰ καὶ πάλιν µεγάλη, καὶ ταπεινὴ |
|
µὲν ἐκ λαµπρᾶς, ἰσχυρὰ δ" αὖθις ἐκ φαύλης γενέσθαι. |
|
35.4.1 |
διὸ καί φασιν αὐτὸν ἐν ταῖς χείροσι µεταβολαῖς πρὸς τὴν |
Τύχην ἀναφθέγγεσθαι τὸ Αἰσχύλειον (fr. 259 N.29) |
|
σύ τοί µε φυσᾷς, σύ µε καταίθειν µοι δοκεῖς. |
|
35.5.1 |
καὶ γὰρ τότε τῶν πραγµάτων οὕτως εὐπόρως αὐτῷ πρὸς |
ἀρχὴν καὶ δύναµιν ἐπιδιδόντων, ἀγγέλλεται Λυσίµαχος |
|
µὲν πρῶτος ἀφῃρηµένος αὐτοῦ τὰς ἐν Ἀσίᾳ πόλεις, Κύπρον |
|
δὲ Πτολεµαῖος ᾑρηκὼς ἄνευ µιᾶς πόλεως Σαλαµῖνος, ἐν |
|
35.5.5 |
δὲ Σαλαµῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴν µητέρα |
35.6.1 |
κατειληµµένους. οὐ µὴν ἀλλὰ καὶ ἡ Τύχη, καθάπερ ἡ παρ" |
Ἀρχιλόχῳ γυνὴ |
|
τῇ µὲν ὕδωρ ἐφόρει |
|
δολοφρονέουσα χειρί, θἠτέρῃ δὲ πῦρ, |
|
35.6.5 |
δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλµασιν ἀποστήσασα |
τῆς Λακεδαίµονος, εὐθὺς ἑτέρας πραγµάτων καινῶν καὶ |
|
µεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας. |
|
36.1.1 |
Ἐπεὶ Κασσάνδρου τελευτήσαντος ὁ πρεσβύτατος |
αὐτοῦ τῶν παίδων Φίλιππος οὐ πολὺν χρόνον βασιλεύ- |
|
σας Μακεδόνων ἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλους |
|
ἐστασίαζον, θατέρου δ" αὐτῶν Ἀντιπάτρου τὴν µητέρα |
|
36.1.5 |
Θεσσαλονίκην φονεύσαντος, ἅτερος ἐκάλει βοηθοὺς ἐκ |
µὲν Ἠπείρου Πύρρον, ἐκ δὲ Πελοποννήσου Δηµήτριον. |
|
36.2.1 |
ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ µέρος Μακεδονίας |
ἀποτεµόµενος τῆς βοηθείας µισθόν, φοβερὸς µὲν ἦν ἤδη |
|
36.3.1 |
παροικῶν Ἀλεξάνδρῳ· Δηµητρίου δ" ὡς ἐδέξατο τὰ γράµ- |
µατα µετὰ τῆς δυνάµεως προσιόντος, ἔτι µᾶλλον ὁ νεα- |
|
νίας τοῦτον φοβηθεὶς διὰ τὸ ἀξίωµα καὶ τὴν δόξαν, |
|
ἀπήντησεν αὐτῷ περὶ Δῖον, ἀσπαζόµενος µὲν καὶ φιλο- |
|
36.3.5 |
φρονούµενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνου δεῖσθαι |
36.4.1 |
τὰ πράγµατα παρουσίας. ἦσαν οὖν ἐκ τούτων ὑποψίαι |
πρὸς ἀλλήλους αὐτοῖς, καὶ βαδίζοντι Δηµητρίῳ πρὸς |
|
δεῖπνον ὑπὸ τοῦ νεανίσκου παρακεκληµένῳ µηνύει τις |
|
ἐπιβουλήν, ὡς ἐν αὐτῷ τῷ πότῳ µελλόντων αὐτὸν ἀνελεῖν. |
|
36.5.1 |
ὁ δὲ µηδὲν διαταραχθείς, ἀλλὰ µικρὸν ὑφεὶς τῆς πορείας |
ἐκέλευσε τοὺς µὲν ἡγεµόνας ἐν τοῖς ὅπλοις τὴν στρατιὰν |
|
ἔχειν, ἀκολούθους δὲ καὶ παῖδας ὅσοι περὶ αὐτὸν ἦσαν – |
|
ἦσαν δὲ πολὺ πλείους τῶν Ἀλεξάνδρου – συνεισελθεῖν εἰς |
|
36.6.1 |
τὸν ἀνδρῶνα καὶ παραµένειν ἄχρι ἂν ἐξαναστῇ. τοῦτο δεί- |
σαντες οἱ περὶ τὸν Ἀλέξανδρον οὐκ ἐτόλµησαν ἐπιχειρῆ- |
|
σαι· καὶ ὁ µὲν Δηµήτριος οὐκ ἔχειν αὐτῷ τὸ σῶµα ποτι- |
|
36.7.1 |
κῶς σκηψάµενος, διὰ ταχέων ἀπῆλθε. τῇ δ" ὑστεραίᾳ περὶ |
ἀναζυγὴν εἶχε, πράγµατα νεώτερα προσπεπτωκέναι φά- |
|
µενος αὐτῷ, καὶ παρῃτεῖτο συγγνώµην ἔχειν τὸν Ἀλέξ- |
|
ανδρον εἰ τάχιον ἀπαίρει· συνέσεσθαι γὰρ αὐτῷ µᾶλλον |
|
36.8.1 |
ἄλλοτε σχολάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδρος ὡς οὐ πρὸς |
ἔχθραν, ἀλλ" ἑκουσίως ἐκ τῆς χώρας ἀπαίροντος αὐτοῦ, |
|
36.9.1 |
καὶ προέπεµπεν ἄχρι Θετταλίας. ἐπεὶ δ" εἰς Λάρισσαν |
ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβου- |
|
λεύοντες· ὃ δὴ µάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον |
|
36.10.1 |
ἐποίησε τῷ Δηµητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς µὴ |
κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε, † δρᾶν |
|
µέλλοντος αὐτοῦ µὴ διαφυγεῖν ἐκεῖνον †, ὃ ἐµηχανᾶτο. |
|
36.11.1 |
κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δηµήτριον. ὡς δ" |
ἐκεῖνος ἐξανέστη µεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος |
|
συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ πρὸς τὰς θύρας |
|
36.12.1 |
συνηκολούθει. γενόµενος οὖν ὁ Δηµήτριος πρὸς ταῖς |
θύραις καὶ κατὰ τοὺς ἑαυτοῦ δορυφόρους καὶ τοῦτο µόνον |
|
εἰπών· “κόπτε τὸν ἑπόµενον”, αὐτὸς µὲν ὑπεξῆλθεν, ὁ δ" |
|
Ἀλέξανδρος ὑπ" ἐκείνων κατεκόπη καὶ τῶν φίλων οἱ |
|
36.12.5 |
προσβοηθοῦντες, ὧν ἕνα λέγουσι σφαττόµενον εἰπεῖν, ὡς |
ἡµέρᾳ µιᾷ φθάσειεν αὐτοὺς ὁ Δηµήτριος. |
|
37.1.1 |
Ἡ µὲν οὖν νὺξ οἷον εἰκὸς θόρυβον ἔσχεν. ἅµα δ" |
ἡµέρᾳ ταραττοµένοις τοῖς Μακεδόσι καὶ φοβουµένοις τὴν |
|
τοῦ Δηµητρίου δύναµιν, ὡς ἐπῄει µὲν οὐδεὶς φοβερός, ὁ |
|
δὲ Δηµήτριος ἔπεµπε βουλόµενος ἐντυχεῖν καὶ περὶ τῶν |
|
37.1.5 |
πεπραγµένων ἀπολογήσασθαι, θαρρεῖν παρέστη καὶ δέχε- |
37.2.1 |
σθαι φιλανθρώπως αὐτόν. ὡς δ" ἦλθεν, οὐ µακρῶν ἐδέησεν |
αὐτῷ λόγων, ἀλλὰ τῷ µισεῖν µὲν τὸν Ἀντίπατρον φονέα |
|
µητρὸς ὄντα, βελτίονος δ" ἀπορεῖν, ἐκεῖνον ἀνηγόρευσαν |
|
βασιλέα Μακεδόνων καὶ παραλαβόντες εὐθὺς κατῆγον εἰς |
|
37.3.1 |
Μακεδονίαν. ἦν δὲ καὶ τοῖς οἴκοι Μακεδόσιν οὐκ ἀκούσιος |
ἡ µεταβολή, µεµνηµένοις ἀεὶ καὶ µισοῦσιν ἃ Κάσσανδρος |
|
37.4.1 |
εἰς Ἀλέξανδρον τεθνηκότα παρηνόµησεν. εἰ δέ τις ἔτι |
µνήµη τῆς Ἀντιπάτρου τοῦ παλαιοῦ µετριότητος ὑπελεί- |
|
πετο, καὶ ταύτην Δηµήτριος ἐκαρποῦτο, Φίλᾳ συνοικῶν |
|
καὶ τὸν ἐξ ἐκείνης υἱὸν ἔχων διάδοχον τῆς ἀρχῆς, ἤδη τότε |
|
37.4.5 |
µειράκιον ὄντα καὶ τῷ πατρὶ συστρατευόµενον. |
38.1.1 |
Οὕτω δὲ λαµπρᾷ κεχρηµένος εὐτυχίᾳ, πυνθάνεται |
µὲν περὶ τῶν τέκνων καὶ τῆς µητρὸς ὡς µεθεῖνται, δῶρα |
|
καὶ τιµὰς Πτολεµαίου προσθέντος αὐτοῖς, πυνθάνεται |
|
δὲ περὶ τῆς Σελεύκῳ γαµηθείσης θυγατρός, ὡς Ἀντιόχῳ |
|
38.1.5 |
τῷ Σελεύκου συνοικεῖ καὶ βασίλισσα τῶν ἄνω βαρβάρων |
38.2.1 |
ἀνηγόρευται. συνέβη γάρ, ὡς ἔοικε, τὸν Ἀντίοχον ἐρα- |
σθέντα τῆς Στρατονίκης νέας οὔσης, ἤδη δὲ παιδίον |
|
ἐχούσης ἐκ τοῦ Σελεύκου, διακεῖσθαι κακῶς καὶ πολλὰ |
|
ποιεῖν τῷ πάθει διαµαχόµενον, τέλος δ" ἑαυτοῦ κατα- |
|
38.2.5 |
γνόντα δεινῶν µὲν ἐπιθυµεῖν, ἀνήκεστα δὲ νοσεῖν, κε- |
κρατῆσθαι δὲ τῷ λογισµῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου |
|
ζητεῖν καὶ παραλύειν ἀτρέµα καὶ θεραπείας ἀµελείᾳ καὶ |
|
τροφῆς ἀποχῇ τὸ σῶµα, νοσεῖν τινα νόσον σκηπτόµενον. |
|
38.3.1 |
Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι µὲν οὐ χαλεπῶς |
ἐρῶντος αὐτοῦ, τὸ δ" οὗτινος ἐρᾷ δυστόπαστον ὂν ἐξ- |
|
ανευρεῖν βουλόµενον ἀεὶ µὲν ἐν τῷ δωµατίῳ διηµερεύειν, εἰ |
|
δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ µειρακίων ἢ γυναικῶν, ἐγκαθ- |
|
38.3.5 |
ορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συµπάσχειν |
µάλιστα τῇ ψυχῇ τρεποµένῃ πεφυκότα µέρη καὶ κινή- |
|
38.4.1 |
µατα τοῦ σώµατος ἐπισκοπεῖν. ὡς οὖν τῶν µὲν ἄλλων εἰς- |
ιόντων ὁµοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθ" ἑαυτὴν |
|
καὶ µετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ |
|
τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα, |
|
38.4.5 |
φωνῆς ἐπίσχεσις, ἐρύθηµα πυρῶδες, ὄψεων ὑπολείψεις, |
ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγµοῖς, τέλος |
|
δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττηµένης ἀπορία καὶ θάµβος |
|
38.5.1 |
καὶ ὠχρίασις, ἐπὶ τούτοις προσλογιζόµενον τὸν Ἐρασίστρα- |
τον κατὰ τὸ εἰκός, ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς |
|
ἐνεκαρτέρει τῷ σιωπᾶν µέχρι θανάτου, χαλεπὸν µὲν |
|
ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν, οὐ µὴν ἀλλὰ |
|
38.5.5 |
πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρα- |
κινδυνεῦσαί ποτε καὶ εἰπεῖν, ὡς ἔρως µὲν εἴη τοῦ νεα- |
|
38.6.1 |
νίσκου τὸ πάθος, ἔρως δ" ἀδύνατος καὶ ἀνίατος. ἐκπλα- |
γέντος δ" ἐκείνου καὶ πυθοµένου πῶς ἀνίατος, “ὅτι νὴ |
|
Δία” φάναι τὸν Ἐρασίστρατον “ἐρᾷ τῆς ἐµῆς γυναικός.” |
|
38.7.1 |
“εἶτ" οὐκ ἄν” εἰπεῖν τὸν Σέλευκον “ἐπιδοίης Ἐρασίστρατε |
τῷ ἐµῷ παιδὶ φίλος ὢν τὸν γάµον, καὶ ταῦθ" ὁρῶν ἡµᾶς |
|
ἐπὶ τούτῳ µόνῳ σαλεύοντας;” “οὐδὲ γὰρ ἂν σύ” φάναι |
|
“τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος |
|
38.8.1 |
ἐπεθύµησε.” καὶ τὸν Σέλευκον “εἴθε γὰρ ἑταῖρε” εἰπεῖν |
“ταχὺ µεταστρέψαι τις ἐπὶ ταῦτα καὶ µεταβάλοι θεῶν ἢ |
|
ἀνθρώπων τὸ πάθος· ὡς ἐµοὶ καὶ τὴν βασιλείαν ἀφεῖναι |
|
38.9.1 |
καλὸν Ἀντιόχου περιεχοµένῳ.” ταῦτ" ἐµπαθῶς σφόδρα |
τοῦ Σελεύκου καὶ µετὰ πολλῶν δακρύων λέγοντος, ἐµ- |
|
βαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν, ὡς |
|
οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ καὶ ἀνὴρ |
|
38.9.5 |
ὢν καὶ βασιλεὺς αὐτὸς ἅµα καὶ ἰατρὸς εἴη τῆς οἰκίας |
38.10.1 |
ἄριστος. ἐκ τούτου τὸν Σέλευκον ἐκκλησίαν ἀθροίσαντα |
πάνδηµον εἰπεῖν, ὅτι βούλεται καὶ διέγνωκε τῶν ἄνω |
|
πάντων τόπων Ἀντίοχον ἀποδεῖξαι βασιλέα καὶ Στρατο- |
|
38.11.1 |
νίκην βασιλίδα, ἀλλήλοις συνοικοῦντας· οἴεσθαι δὲ τὸν |
µὲν υἱὸν εἰθισµένον ἅπαντα πείθεσθαι καὶ κατήκοον |
|
ὄντα µηθὲν ἀντερεῖν αὐτῷ πρὸς τὸν γάµον· εἰ δ" ἡ γυνὴ |
|
τῷ µὴ νενοµισµένῳ δυσκολαίνοι, παρακαλεῖν τοὺς φίλους, |
|
38.11.5 |
ὅπως διδάσκωσιν αὐτὴν καὶ πείθωσι καλὰ καὶ δίκαια τὰ |
38.12.1 |
δοκοῦντα βασιλεῖ µετὰ τοῦ συµφέροντος ἡγεῖσθαι. τὸν |
µὲν οὖν Ἀντιόχου καὶ Στρατονίκης γάµον ἐκ τοιαύτης |
|
γενέσθαι προφάσεως λέγουσι. |
|
39.1.1 |
Δηµήτριος δὲ µετὰ Μακεδονίαν καὶ Θετταλίαν |
ἦν παρειληφώς. ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα |
|
καὶ τῶν ἐντὸς Ἰσθµοῦ Μέγαρα καὶ Ἀθήνας, ἐπὶ Βοιωτοὺς |
|
39.2.1 |
ἐστράτευσε. καὶ πρῶτον µὲν ἐγένοντο συµβάσεις µέτριαι |
περὶ φιλίας πρὸς αὐτόν· ἔπειτα Κλεωνύµου τοῦ Σπαρ- |
|
τιάτου παραβαλόντος εἰς Θήβας µετὰ στρατιᾶς, ἐπαρ- |
|
θέντες οἱ Βοιωτοί, καὶ Πείσιδος ἅµα τοῦ Θεσπιέως, ὃς |
|
39.2.5 |
ἐπρώτευε δόξῃ καὶ δυνάµει τότε, συµπαρορµῶντος αὐ- |
39.3.1 |
τούς, ἀπέστησαν. ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς µη- |
χανὰς ὁ Δηµήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν |
|
ὁ Κλεώνυµος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν |
|
39.4.1 |
ἑαυτούς. ὁ δὲ ταῖς πόλεσιν ἐµβαλὼν φρουρὰν καὶ πρα- |
ξάµενος πολλὰ χρήµατα καὶ καταλιπὼν αὐτοῖς ἐπιµελητὴν |
|
καὶ ἁρµοστὴν Ἱερώνυµον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως |
|
39.5.1 |
κεχρῆσθαι, καὶ µάλιστα διὰ Πεῖσιν. ἑλὼν γὰρ αὐτὸν οὐ- |
δὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλο- |
|
39.6.1 |
φρονηθεὶς πολέµαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν. οὐ πολλῷ |
δ" ὕστερον ἁλίσκεται Λυσίµαχος ὑπὸ Δροµιχαίτου, καὶ |
|
πρὸς τοῦτο Δηµητρίου κατὰ τάχος ἐξορµήσαντος ἐπὶ |
|
Θρᾴκην ὥσπερ ἔρηµα καταληψοµένου, πάλιν ἀπέστησαν |
|
39.6.5 |
οἱ Βοιωτοί, καὶ Λυσίµαχος ἅµα διειµένος ἀπηγγέλλετο. |
39.7.1 |
ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁ Δηµήτριος |
εὗρεν ἡττηµένους ὑπὸ τοῦ παιδὸς Ἀντιγόνου µάχῃ τοὺς |
|
Βοιωτούς, καὶ τὰς Θήβας αὖθις ἐπολιόρκει. |
|
40.1.1 |
Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ µέχρι |
Θερµοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας |
|
40.2.1 |
ἀπολιπὼν αὐτὸς ὥρµησεν ἐπ" ἐκεῖνον. ὀξέως δὲ φυγόντος, |
ἐν Θεσσαλίᾳ καταστήσας µυρίους ὁπλίτας καὶ χιλίους |
|
ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν |
|
λεγοµένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ µικρὸν ὑπὸ |
|
40.2.5 |
βρίθους καὶ µεγέθους µοχλευοµένην, ὡς µόλις ἐν δυσὶ µησὶ |
40.3.1 |
δύο σταδίους προελθεῖν. τῶν δὲ Βοιωτῶν ἐρρωµένως |
ἀµυνοµένων, καὶ τοῦ Δηµητρίου πολλάκις φιλονικίας |
|
ἕνεκα µᾶλλον ἢ χρείας µάχεσθαι καὶ κινδυνεύειν τοὺς στρα- |
|
τιώτας ἀναγκάζοντος, ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ |
|
40.3.5 |
ὀλίγους καὶ περιπαθῶν “τί ὦ πάτερ” ἔφη “παραναλισκο- |
40.4.1 |
µένους οὐκ ἀναγκαίως τούτους περιορῶµεν;” ὁ δὲ παρ- |
οξυνθεὶς “σὺ δέ” ἔφη “τί δυσχεραίνεις; ἢ διάµετρον ὀφεί- |
|
40.5.1 |
λεις τοῖς ἀποθνῄσκουσιν;” οὐ µὴν ἀλλὰ καὶ βουλόµενός |
γε µὴ δοκεῖν ἑτέρων ἀφειδεῖν µόνον, ἀλλὰ καὶ συγκιν- |
|
δυνεύειν τοῖς µαχοµένοις, διελαύνεται τὸν τράχηλον |
|
ὀξυβελεῖ. καὶ δεινῶς µὲν ἔσχεν, οὐ µὴν ἀνῆκεν, ἀλλ" εἷλε |
|
40.6.1 |
τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν µὲν καὶ φόβον |
ὡς τὰ δεινότατα πεισοµένοις παρέσχεν, ἀνελὼν δὲ τρις- |
|
καίδεκα καὶ µεταστήσας τινάς, ἀφῆκε τοὺς ἄλλους. ταῖς |
|
µὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουµέναις ἔτος ἁλῶναι |
|
40.6.5 |
δὶς ἐν τῷ χρόνῳ συνέπεσε. |
40.7.1 |
Τῶν δὲ Πυθίων καθηκόντων, πρᾶγµα καινότατον ἐπ- |
40.8.1 |
έτρεψεν αὑτῷ ποιεῖν ὁ Δηµήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ |
περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν |
|
ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον αὐτόθι µά- |
|
λιστα τιµᾶσθαι τὸν θεόν, οἷς καὶ πατρῷός ἐστι καὶ λέγε- |
|
40.8.5 |
ται τοῦ γένους ἀρχηγός. |
41.1.1 |
Ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν, καὶ µήτ" |
αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τ" ἄλλους ὁρῶν ἐν |
|
ταῖς στρατείαις µᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταρα- |
|
χώδεις καὶ πολυπράγµονας ὄντας, ἐστράτευσεν ἐπ" Αἰτω- |
|
41.2.1 |
λούς· καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ |
µέρος ἔχοντα τῆς δυνάµεως οὐκ ὀλίγον ἀπολιπών, ἐπὶ |
|
41.3.1 |
Πύρρον αὐτὸς ἐχώρει, καὶ Πύρρος ἐπ" ἐκεῖνον· ἀλλήλων |
δὲ διαµαρτόντες, ὁ µὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ |
|
Πανταύχῳ περιπεσὼν καὶ µάχην συνάψας, αὐτὸν µὲν |
|
ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν πληγὴν ἐν χερσὶ γενόµενον |
|
41.3.5 |
ἐτρέψατο, τῶν δ" ἄλλων πολλοὺς µὲν ἀπέκτεινεν, ἐζώγρησε |
41.4.1 |
δὲ πεντακισχιλίους. καὶ τοῦτο µάλιστα Δηµήτριον ἐκά- |
κωσεν· οὐ γὰρ οὕτως µισηθεὶς ὁ Πύρρος ἀφ" ὧν ἔπρα- |
|
ξεν, ὡς θαυµασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργά- |
|
σασθαι, µέγα καὶ λαµπρὸν ἔσχεν ἀπὸ τῆς µάχης ἐκείνης |
|
41.5.1 |
ὄνοµα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν |
τῶν Μακεδόνων, ὡς ἐν µόνῳ τούτῳ τῶν βασιλέων εἴδω- |
|
λον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλµης, οἱ δ" ἄλλοι, καὶ |
|
µάλιστα Δηµήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο |
|
41.5.5 |
καὶ τὸν ὄγκον τοῦ ἀνδρός. |
41.6.1 |
Ἦν δ" ὡς ἀληθῶς τραγῳδία µεγάλη περὶ τὸν Δηµή- |
τριον, οὐ µόνον ἀµπεχόµενον καὶ διαδούµενον περιττῶς |
|
καυσίαις διµίτροις καὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ |
|
καὶ περὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συµπεπιληµέ- |
|
41.7.1 |
νης χρυσοβαφεῖς πεποιηµένον ἐµβάδας. ἦν δέ τις ὑφαι- |
νοµένη χλαµὺς αὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον, |
|
εἴκασµα τοῦ κόσµου καὶ τῶν κατ" οὐρανὸν φαινοµένων· |
|
41.8.1 |
ὃ κατελείφθη µὲν ἡµιτελὲς ἐν τῇ µεταβολῇ τῶν πραγ- |
µάτων, οὐδεὶς δ" ἐτόλµησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκ |
|
ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενοµένων βασι- |
|
λέων. |
|
42.1.1 |
Οὐ µόνον δὲ τούτοις τοῖς θεάµασιν ἐλύπει τοὺς |
ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν |
|
ἐβαρύνοντο, καὶ µάλιστα δὴ τὸ δυσόµιλον αὐτοῦ καὶ |
|
δυσπρόσοδον· ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς |
|
42.2.1 |
ἦν καὶ τραχὺς τοῖς ἐντυγχάνουσιν. Ἀθηναίων µὲν γάρ, |
περὶ οὓς ἐσπουδάκει µάλιστα τῶν Ἑλλήνων, ἔτη δύο |
|
πρεσβείαν κατέσχεν, ἐκ Λακεδαίµονος δ" ἑνὸς πρεσβευτοῦ |
|
παραγενοµένου, καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν. |
|
42.3.1 |
ἀστείως µέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντος αὐτοῦ |
“τί σὺ λέγεις; ἕνα Λακεδαιµόνιοι πρεσβευτὴν ἔπεµψαν;” |
|
42.4.1 |
“ναί” εἶπεν “ὦ βασιλεῦ, πρὸς ἕνα.” δόξαντος δ" αὐτοῦ |
ποτε δηµοτικώτερον ἐξελαύνειν καὶ πρὸς ἔντευξιν ἔχειν |
|
οὐκ ἀηδῶς, συνέδραµόν τινες ἐγγράφους ἀξιώσεις ἀναδι- |
|
42.5.1 |
δόντες. δεξαµένου δὲ πάσας καὶ τῇ χλαµύδι συλλαβόντος, |
ἥσθησαν οἱ ἄνθρωποι καὶ παρηκολούθουν· ὡς δ" ἦλθεν |
|
ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαµύδα πάσας |
|
42.6.1 |
εἰς τὸν ποταµὸν ἐξέρριψε. καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς |
Μακεδόνας, ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ |
|
Φιλίππου µνηµονεύοντας ἢ τῶν µνηµονευόντων ἀκούοντας, |
|
42.7.1 |
ὡς µέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυ- |
τέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ |
|
δεοµένου πολλάκις ἀκουσθῆναι, φήσας µὴ σχολάζειν, |
|
ἐγκραγόντος ἐκείνου “καὶ µὴ βασίλευε” [εἰπόντος], δη- |
|
42.7.5 |
χθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόµενος, ἀνέστρεψεν |
εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάµενος ὕστερα τοῖς ἐν- |
|
τυχεῖν βουλοµένοις, ἀρξάµενος ἀπὸ τῆς πρεσβύτιδος |
|
42.8.1 |
ἐκείνης, ἐπὶ πολλὰς ἡµέρας ἐσχόλασεν. οὐδὲν γὰρ οὕτως |
βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης µὲν γὰρ |
|
τύραννος, ὥς φησι Τιµόθεος, νόµος δὲ πάντων |
|
42.9.1 |
βασιλεὺς κατὰ Πίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς |
Ὅµηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ |
|
θέµιστας παρὰ τοῦ Διὸς λαµβάνοντας ῥύεσθαι καὶ φυλάς- |
|
σειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεµικώτατον οὐδὲ |
|
42.9.5 |
τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν |
42.10.1 |
δικαιότατον ὀαριστὴν καὶ µαθητὴν προσηγόρευκεν. |
ἀλλὰ Δηµήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνο- |
|
µοιοτάτην ἐπιγραφόµενος προσωνυµίαν· ὁ µὲν γὰρ Πολιεὺς |
|
42.11.1 |
καὶ Πολιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως |
ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάµεως ἀµα- |
|
θοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν. |
|
43.1.1 |
Ὁ δ" οὖν Δηµήτριος ἐπισφαλέστατα νοσήσας ἐν |
Πέλλῃ, µικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδρα- |
|
µόντος ὀξέως Πύρρου καὶ µέχρι Ἐδέσσης προελθόντος. |
|
43.2.1 |
ἅµα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας |
αὐτόν, ἐποιήσατό τινας ὁµολογίας, οὐ βουλόµενος ἐµπο- |
|
δὼν ὄντι συνεχῶς προσπταίων καὶ τοποµαχῶν ἧττον εἶ- |
|
43.3.1 |
ναι πρὸς οἷς διενοεῖτο. διενοεῖτο δ" οὐθὲν ὀλίγον, ἀλλὰ |
πᾶσαν ἀναλαµβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενοµένην ἀρ- |
|
χήν. καὶ τῆς ἐλπίδος ταύτης καὶ τῆς ἐπιβολῆς οὐκ |
|
ἀπελείπετο τὰ τῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς µὲν ἤδη |
|
43.3.5 |
συνετέτακτο πεζῆς µυριάδας δέκα δισχιλίων ἀνδρῶν |
ἀποδεούσας, καὶ χωρὶς ἱππέας ὀλίγῳ δισχιλίων καὶ µυ- |
|
43.4.1 |
ρίων ἐλάττους. στόλον δὲ νεῶν ἅµα πεντακοσίων κατα- |
βαλλόµενος, τὰς µὲν ἐν Πειραιεῖ τρόπεις ἔθετο, τὰς |
|
δ" ἐν Κορίνθῳ, τὰς δ" ἐν Χαλκίδι, τὰς δὲ περὶ Πέλλαν, |
|
αὐτὸς ἐπιὼν ἑκασταχόσε καὶ διδάσκων ἃ χρὴ καὶ συν- |
|
43.4.5 |
τεχνώµενος, ἐκπληττοµένων ἁπάντων οὐ τὰ πλήθη µόνον, |
43.5.1 |
ἀλλὰ καὶ τὰ µεγέθη τῶν ἔργων. οὐδεὶς γὰρ εἶδεν ἀν- |
θρώπων οὔτε πεντεκαιδεκήρη ναῦν πρότερον οὔθ" ἑκ- |
|
καιδεκήρη· ὕστερον δὲ καὶ τεσσαρακοντήρη Πτολεµαῖος |
|
ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, µῆκος διακοσίων ὀγδοή- |
|
43.5.5 |
κοντα πηχῶν, ὕψος δ" ἕως ἀκροστολίου πεντήκοντα |
δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυµένην |
|
τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τού- |
|
των ὁπλίτας δεχοµένην ἐπί τε τῶν παρόδων καὶ τοῦ |
|
43.6.1 |
καταστρώµατος ὀλίγῳ τρισχιλίων ἀποδέοντας. ἀλλὰ θέαν |
µόνην ἐκείνη παρέσχε, καὶ µικρὸν ὅσον διαφέρουσα τῶν |
|
µονίµων οἰκοδοµηµάτων, φανῆναι πρὸς ἐπίδειξιν, οὐ |
|
43.7.1 |
χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δηµη- |
τρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον, οὐδὲ τῷ περιττῷ |
|
τῆς κατασκευῆς ἀπεστεροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος |
|
καὶ τὸ ἔργον ἀξιοθεατότερον τοῦ µεγέθους παρεῖχον. |
|
44.1.1 |
Αἰροµένης οὖν τοσαύτης δυνάµεως ἐπὶ τὴν Ἀσίαν, |
ὅσην µετ" Ἀλέξανδρον οὐδεὶς ἔσχε πρότερον, οἱ τρεῖς |
|
συνέστησαν ἐπὶ τὸν Δηµήτριον, Σέλευκος Πτολεµαῖος |
|
44.2.1 |
Λυσίµαχος. ἔπειτα κοινῇ πρὸς Πύρρον ἀποστείλαντες, |
ἐκέλευον ἐξάπτεσθαι Μακεδονίας καὶ µὴ νοµίζειν σπονδὰς |
|
αἷς Δηµήτριος οὐκ ἐκείνῳ τὸ µὴ πολεµεῖσθαι δέδωκεν, |
|
ἀλλ" εἴληφεν ἑαυτῷ τὸ πολεµεῖν οἷς βούλεται πρότερον. |
|
44.3.1 |
δεξαµένου δὲ Πύρρου, πολὺς περιέστη πόλεµος ἔτι |
µέλλοντα Δηµήτριον. ἅµα γὰρ τὴν µὲν Ἑλλάδα πλεύσας |
|
στόλῳ µεγάλῳ Πτολεµαῖος ἀφίστη, Μακεδονίαν δὲ |
|
Λυσίµαχος ἐκ Θρᾴκης, ἐκ δὲ τῆς ὁµόρου Πύρρος ἐµβα- |
|
44.4.1 |
λόντες ἐλεηλάτουν. ὁ δὲ τὸν µὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος |
κατέλιπεν, αὐτὸς δὲ βοηθῶν Μακεδονίᾳ πρῶτον ὥρµησεν |
|
44.5.1 |
ἐπὶ Λυσίµαχον. ἀγγέλλεται δ" αὐτῷ Πύρρος ᾑρηκὼς πόλιν |
Βέροιαν. καὶ τοῦ λόγου ταχέως εἰς τοὺς Μακεδόνας |
|
ἐκπεσόντος, οὐδὲν ἔτι τῷ Δηµητρίῳ κατὰ κόσµον εἶχεν, |
|
ἀλλὰ καὶ ὀδυρµῶν καὶ δακρύων καὶ πρὸς ἐκεῖνον ὀρ- |
|
44.5.5 |
γῆς καὶ βλασφηµιῶν µεστὸν ἦν τὸ στρατόπεδον, καὶ |
συµµένειν οὐκ ἤθελον, ἀλλ" ἀπιέναι, τῷ µὲν λόγῳ πρὸς τὰ |
|
44.6.1 |
οἴκοι, τῇ δ" ἀληθείᾳ πρὸς τὸν Λυσίµαχον. ἔδοξεν οὖν τῷ |
Δηµητρίῳ Λυσιµάχου µὲν ἀποστῆναι πορρωτάτω, πρὸς |
|
δὲ Πύρρον τρέπεσθαι· τὸν µὲν γὰρ ὁµόφυλον εἶναι καὶ |
|
πολλοῖς συνήθη δι" Ἀλέξανδρον, ἔπηλυν δὲ καὶ ξένον ἄνδρα |
|
44.7.1 |
τὸν Πύρρον οὐκ ἂν αὑτοῦ προτιµῆσαι Μακεδόνας. τούτων |
µέντοι πολὺ διεψεύσθη τῶν λογισµῶν. ὡς γὰρ ἐγγὺς |
|
ἐλθὼν τῷ Πύρρῳ παρεστρατοπέδευσεν, ἀεὶ µὲν αὐτοῦ |
|
τὴν ἐν τοῖς ὅπλοις λαµπρότητα θαυµάζοντες, ἔκ τε τοῦ |
|
44.7.5 |
παλαιοτάτου καὶ βασιλικώτατον εἰθισµένοι νοµίζειν τὸν |
ἐν τοῖς ὅπλοις κράτιστον, τότε δὲ καὶ πράως κεχρῆσθαι |
|
τοῖς ἁλισκοµένοις πυνθανόµενοι, πάντως δὲ καὶ πρὸς |
|
ἕτερον καὶ πρὸς τοῦτον ἀπαλλαγῆναι τοῦ Δηµητρίου |
|
44.8.1 |
ζητοῦντες, ἀπεχώρουν λάθρα καὶ κατ" ὀλίγους τό γε |
πρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησιν καὶ ταραχὴν |
|
τὸ στρατόπεδον, τέλος δὲ τῷ Δηµητρίῳ τολµήσαντές |
|
τινες προσελθεῖν, ἐκέλευον ἀπιέναι καὶ σῴζειν αὑτόν· |
|
44.8.5 |
ἀπειρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυ- |
φῆς πολεµοῦντας. οὗτοι µετριώτατοι τῶν λόγων ἐφαί- |
|
νοντο τῷ Δηµητρίῳ πρὸς τὴν τῶν ἄλλων τραχύτητα, καὶ |
|
παρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλ" ὑπο- |
|
κριτής, µεταµφιέννυται χλαµύδα φαιὰν ἀντὶ τῆς τρα- |
|
44.10.1 |
γικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν. ὁρµησάντων |
δὲ τῶν πλείστων εὐθὺς ἐφ" ἁρπαγὴν καὶ πρὸς ἀλλήλους |
|
διαµαχοµένων καὶ τὴν σκηνὴν διασπώντων, ἐπιφανεὶς ὁ |
|
Πύρρος ἐκράτησεν αὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον. |
|
44.11.1 |
καὶ γίνεται πρὸς Λυσίµαχον αὐτῷ συµπάσης Μακεδονίας |
νέµησις, ἑπταετίαν ὑπὸ Δηµητρίου βεβαίως ἀρχθείσης. |
|
45.1.1 |
Οὕτω δὲ τοῦ Δηµητρίου τῶν πραγµάτων ἐκ- |
πεσόντος καὶ καταφυγόντος εἰς Κασσάνδρειαν, ἡ γυνὴ |
|
Φίλα περιπαθὴς γενοµένη προσιδεῖν µὲν οὐχ ὑπέµεινεν |
|
αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τληµονέστατον βασιλέων |
|
45.1.5 |
Δηµήτριον, ἀπειπαµένη δὲ πᾶσαν ἐλπίδα καὶ µισήσασα |
τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ |
|
45.2.1 |
τοῖς ἀγαθοῖς, πιοῦσα φάρµακον ἀπέθανε. Δηµήτριος δ" |
ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν |
|
εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους |
|
45.3.1 |
συνῆγεν. ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς |
αὑτοῦ τύχαις παρατίθησιν· |
|
ἀλλ" οὑµὸς ἀεὶ πότµος ἐν πυκνῷ θεοῦ |
|
τροχῷ κυκλεῖται καὶ µεταλλάσσει φύσιν, |
|
45.3.5 |
ὥσπερ σελήνης δ" ὄψις εὐφρόναις δύο |
στῆναι δύναιτ" ἂν οὔποτ" ἐν µορφῇ µιᾷ, |
|
ἀλλ" ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα, |
|
πρόσωπα καλλύνουσα καὶ πληρουµένη, |
|
χὤτανπερ αὑτῆς εὐγενεστάτη φανῇ, |
|
45.3.10 |
πάλιν διαρρεῖ κεἰς τὸ µηδὲν ἔρχεται, |
45.4.1 |
ταύτῃ µᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δηµητρίου πράγµατα |
καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώ- |
|
σεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπο- |
|
λείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαµπεν αὖ- |
|
45.4.5 |
θις ἡ ἀρχή, καὶ δυνάµεις τινὲς ἐπιρρέουσαι κατὰ µικρὸν |
45.5.1 |
ἀνεπλήρουν τὴν ἐλπίδα. καὶ τό γε πρῶτον ἰδιώτης καὶ |
τῶν βασιλικῶν κοσµίων ἔρηµος ἐπεφοίτα ταῖς πόλεσι, |
|
καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάµενος ἐχρήσατο |
|
τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς (Bacch. 4)· |
|
45.5.5 |
µορφὴν ἀµείψας ἐκ θεοῦ βροτησίαν |
πάρεστι Δίρκης νάµαθ" Ἱσµηνοῦ θ" ὕδωρ· |
|
46.1.1 |
Ἐπεὶ δ" ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλ- |
πίδα κατέστη, καὶ συνίστατο πάλιν σῶµα καὶ σχῆµα περὶ |
|
αὑτὸν ἀρχῆς, Θηβαίοις µὲν ἀπέδωκε τὴν πολιτείαν· |
|
46.2.1 |
Ἀθηναῖοι δ" ἀπέστησαν αὐτοῦ, καὶ τόν τε Δίφιλον, ὃς ἦν |
ἱερεὺς τῶν Σωτήρων ἀναγεγραµµένος, ἐκ τῶν ἐπωνύµων |
|
ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν ὥσπερ ἦν πάτριον |
|
ψηφισάµενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας µετεπέµποντο, |
|
46.2.5 |
µᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δηµήτριον ὁρῶντες. |
46.3.1 |
ὁ δ" ὀργῇ µὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν περὶ τὸ ἄστυ |
συνεστήσατο καρτεράν, Κράτητος δὲ τοῦ φιλοσόφου |
|
πεµφθέντος ὑπὸ τοῦ δήµου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξου |
|
καὶ συνετοῦ, τὰ µὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πει- |
|
46.3.5 |
σθείς, τὰ δ" ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συµφερόντων |
46.4.1 |
νοήσας, ἔλυσε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαι νῆες |
ἦσαν αὐτῷ, καὶ στρατιώτας µυρίους καὶ χιλίους σὺν |
|
ἱππεῦσιν ἐµβιβάσας, ἐπὶ τὴν Ἀσίαν ἔπλει, Λυσιµάχου |
|
46.5.1 |
Καρίαν καὶ Λυδίαν ἀποστήσων. δέχεται δ" αὐτὸν Εὐρυδίκη |
περὶ Μίλητον ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ |
|
Πτολεµαίου θυγατέρων Πτολεµαΐδα, καθωµολογηµένην |
|
ἐκείνῳ πρότερον διὰ Σελεύκου· ταύτην γαµεῖ Δηµήτριος |
|
46.6.1 |
Εὐρυδίκης ἐκδιδούσης. καὶ µετὰ τὸν γάµον εὐθὺς ἐπὶ τὰς |
πόλεις τρέπεται, πολλῶν µὲν ἑκουσίως προστιθεµένων, |
|
πολλὰς δὲ καὶ βιαζόµενος. ἔλαβε δὲ καὶ Σάρδεις· καί |
|
τινες τῶν Λυσιµάχου στρατηγῶν ἀπεχώρησαν πρὸς αὐ- |
|
46.7.1 |
τόν, χρήµατα καὶ στρατιὰν κοµίζοντες. ἐπερχοµένου δ" |
Ἀγαθοκλέους τοῦ Λυσιµάχου µετὰ δυνάµεως, ἀνέβαι- |
|
νεν εἰς Φρυγίαν, ἐγνωκὼς ἄνπερ Ἀρµενίας ἐπιλάβηται |
|
Μηδίαν κινεῖν καὶ τῶν ἄνω πραγµάτων ἔχεσθαι, πολλὰς |
|
46.8.1 |
ἐξωθουµένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων. ἑπο- |
µένου δ" Ἀγαθοκλέους, ἐν ταῖς συµπλοκαῖς περιῆν, ἐπι- |
|
σιτισµοῦ δὲ καὶ προνοµῶν εἰργόµενος ἠπορεῖτο, καὶ τοῖς |
|
στρατιώταις δι" ὑποψίας ἦν ὡς ἐπ" Ἀρµενίαν καὶ Μηδίαν |
|
46.9.1 |
ἐκτοπίζων. ἅµα δὲ µᾶλλον ὁ λιµὸς ἐπέτεινε, καὶ διαµαρτία |
τις γενοµένη περὶ τὴν τοῦ Λύκου διάβασιν πλῆθος ἀνθρώ- |
|
46.10.1 |
πων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύµατος ἀπώλεσεν. ὅµως δὲ τοῦ |
σκώπτειν οὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦ πρὸ |
|
τῆς σκηνῆς τὴν τοῦ Οἰδίποδος ἀρχὴν µικρὸν παραλλάξας· |
|
46.10.5 |
τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου, τίνας |
χώρους ἀφίγµεθα; |
|
47.1.1 |
Τέλος δὲ καὶ νόσου τῷ λιµῷ συνεπιτιθεµένης ὥσπερ |
εἴωθεν, ἐπὶ βρώσεις ἀναγκαίας τρεποµένων, τοὺς πάντας |
|
οὐκ ἐλάσσονας ὀκτακισχιλίων ἀποβαλών, ἀνῆγεν ὀπίσω |
|
47.2.1 |
τοὺς λοιπούς· καὶ καταβὰς εἰς Ταρσόν, ἐβούλετο µὲν |
ἀπέχεσθαι τῆς χώρας οὔσης ὑπὸ Σελεύκῳ τότε καὶ πρό- |
|
φασιν ἐκείνῳ µηδεµίαν παρασχεῖν, ὡς δ" ἦν ἀµήχανον, |
|
ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαις τῶν στρατιωτῶν, καὶ |
|
47.2.5 |
τοῦ Ταύρου τὰς ὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε, |
47.3.1 |
γράφει πρὸς Σέλευκον ἐπιστολήν, µακρόν τινα τῆς αὑτοῦ |
τύχης ὀδυρµόν, εἶτα πολλὴν ἱκεσίαν καὶ δέησιν ἔχουσαν, |
|
ἀνδρὸς οἰκείου λαβεῖν οἶκτον, ἄξια καὶ πολεµίοις συναλγῆ- |
|
47.4.1 |
σαι πεπονθότος. ἐπικλασθέντος δέ πως Σελεύκου καὶ |
γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς, ὅπως αὐτῷ τε τῷ |
|
Δηµητρίῳ χορηγίαν βασιλικὴν καὶ τῇ δυνάµει τροφὴν |
|
ἄφθονον παρέχωσιν, ἐπελθὼν Πατροκλῆς, ἀνὴρ συνετὸς |
|
47.4.5 |
εἶναι δοκῶν καὶ Σελεύκῳ φίλος πιστός, οὐ τὸ τῆς δαπάνης |
ἔφη πλεῖστον εἶναι τῶν Δηµητρίου στρατιωτῶν τρε- |
|
φοµένων, ἀλλ" ἐνδιατρίβοντα τῇ χώρᾳ Δηµήτριον οὐ |
|
καλῶς περιορᾶν αὐτόν, ὃς ἀεὶ βιαιότατος ὢν καὶ µεγα- |
|
λοπραγµονέστατος βασιλέων, νῦν ἐν τύχαις γέγονεν αἳ |
|
47.4.10 |
καὶ τοὺς φύσει µετρίους ἐξάγουσι τολµᾶν καὶ ἀδικεῖν. |
47.5.1 |
ἐκ τούτου παροξυνθεὶς ὁ Σέλευκος ἐξώρµησεν εἰς Κιλι- |
47.6.1 |
κίαν µετὰ πολλῆς δυνάµεως. ὁ δὲ Δηµήτριος ἐκπλαγεὶς |
τῇ δι" ὀλίγου µεταβολῇ τοῦ Σελεύκου καὶ φοβηθείς, |
|
ὑπέστειλε τοῖς ὀχυρωτάτοις τοῦ Ταύρου, καὶ διαπεµπόµε- |
|
νος ἠξίου µάλιστα µὲν αὐτὸν περιιδεῖν τῶν αὐτονόµων |
|
47.6.5 |
τινὰ βαρβάρων κτησάµενον ἀρχήν, ἐν ᾗ καταβιώσεται |
πλάνης καὶ φυγῆς παυσάµενος, εἰ δὲ µή, τὸν χειµῶνα |
|
διαθρέψαι τὴν δύναµιν αὐτόθι καὶ µὴ πάντων ἐνδεᾶ καὶ |
|
γυµνὸν ἐξελαύνειν καὶ προβάλλειν τοῖς πολεµίοις. |
|
48.1.1 |
Ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑποπτεύων ἐκέ- |
λευσεν αὐτόν, εἰ βούλεται, δύο µῆνας ἐν τῇ Καταονίᾳ |
|
χειµάσαι, δόντα τοὺς πρώτους τῶν φίλων ὁµήρους, ἅµα |
|
δὲ τὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς, ἐγκλειόµενος |
|
48.1.5 |
ὡς θηρίον ὁ Δηµήτριος κύκλῳ καὶ περιβαλλόµενος, ὑπ" |
ἀνάγκης τρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κατ- |
|
έτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συµπλεκόµενος ἀεὶ |
|
48.2.1 |
πλέον εἶχε. καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφ- |
εθέντων, ὑποστὰς τροπὴν ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν |
|
48.3.1 |
ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε. καὶ |
ὅλως ἐπῆρτο τῇ γνώµῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρη- |
|
κότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν |
|
Σέλευκον ἐπὶ τοῖς µεγίστοις ἄθλοις, ἠπορηµένον ἤδη |
|
48.4.1 |
καὶ αὐτόν. ἀπέστρεψε µὲν γὰρ τὴν παρὰ Λυσιµάχου |
βοήθειαν ἀπιστῶν καὶ φοβούµενος, αὐτὸς δὲ καθ" ἑαυτὸν |
|
ὤκνει τῷ Δηµητρίῳ συνάψαι, δεδιὼς τὴν ἀπόνοιαν αὐτοῦ |
|
καὶ τὴν ἀεὶ µεταβολὴν ἐκ τῶν ἐσχάτων ἀποριῶν τὰς |
|
48.5.1 |
µεγίστας εὐτυχίας ἐπιφέρουσαν. νόσος µέντοι βαρεῖα τὸν |
Δηµήτριον ἐν τούτῳ καταλαβοῦσα, τό τε σῶµα δεινῶς |
|
ἐκάκωσε καὶ τὰ πράγµατα παντάπασι διέφθειρεν· οἱ µὲν |
|
γὰρ ἀπεχώρησαν πρὸς τοὺς πολεµίους, οἱ δὲ διερρύησαν |
|
48.6.1 |
αὐτοῦ τῶν στρατιωτῶν. µόλις δ" ἐν ἡµέραις τεσσαράκοντα |
ῥαΐσας καὶ τοὺς ὑπολοίπους ἀναλαβὼν καὶ ὁρµήσας, ὅσον |
|
ἰδεῖν καὶ δοξάσαι τοὺς πολεµίους, ἐπὶ Κιλικίας, εἶτα νυκτὸς |
|
ἄνευ σάλπιγγος ἄρας ἐπὶ θάτερα καὶ τὸν Ἀµανὸν ὑπερ- |
|
48.6.5 |
βαλών, ἐπόρθει τὴν κάτω χώραν ἄχρι τῆς Κυρρηστικῆς. |
49.1.1 |
Ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶ ποιουµένου τὰς |
καταλύσεις ἐγγύς, ἀναστήσας ὁ Δηµήτριος τὸ στράτευµα |
|
νυκτὸς ἐβάδιζεν ἐπ" αὐτόν, ἀγνοοῦντα µέχρι πολλοῦ καὶ |
|
49.2.1 |
κοιµώµενον. αὐτοµόλων δέ τινων παραγενοµένων καὶ |
φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας |
|
ἐκέλευσε σηµαίνειν, ἅµα τὰς κρηπῖδας ὑποδούµενος καὶ |
|
βοῶν πρὸς τοὺς ἑταίρους, ὡς θηρίῳ δεινῷ συµπέπλεκται. |
|
49.3.1 |
Δηµήτριος δὲ τῷ θορύβῳ τῶν πολεµίων αἰσθόµενος |
ὅτι µεµήνυται, κατὰ τάχος ἀπῆγεν. ἅµα δ" ἡµέρᾳ |
|
προσκειµένου τοῦ Σελεύκου, πέµψας τινὰ τῶν περὶ αὑτὸν |
|
ἐπὶ θάτερον κέρας, ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων. |
|
49.4.1 |
εἶτα µέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ |
κράνος ἀποθέµενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς µι- |
|
σθοφόροις, ἐπιδεικνύµενος αὑτὸν καὶ µεταβαλέσθαι παρα- |
|
καλῶν ἤδη ποτὲ συµφρονήσαντας, ὅτι φειδόµενος ἐκείνων, |
|
49.4.5 |
οὐ Δηµητρίου, χρόνον πολὺν διατετέλεκεν. ἐκ τούτου |
πάντες ἀσπαζόµενοι καὶ βασιλέα προσαγορεύοντες µεθ- |
|
49.5.1 |
ίσταντο. Δηµήτριος δὲ πολλῶν µεταβολῶν αἰσθόµενος |
ἐσχάτην ἐκείνην ἥκουσαν ἐπ" αὐτόν, ἐκκλίνας ἐπὶ τὰς |
|
Ἀµανίδας ἔφευγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ |
|
συνηρεφῆ µετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων |
|
49.5.5 |
παντάπασιν ὄντων, προσέµενε τὴν νύκτα, βουλόµενος |
εἰ δύναιτο τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι καὶ διεκπεσεῖν |
|
ἐπὶ τὴν ἐκεῖ θάλασσαν, οὗ τὸν ναύσταθµον εὑρήσειν |
|
ἤλπιζεν. ὡς δ" ἔγνω µηδ" ἐκείνης τῆς ἡµέρας ἐφόδιον |
|
49.7.1 |
ἔχοντας αὐτούς, ἐπ" ἄλλων ἐγίνετο λογισµῶν. εἶτα µέντοι |
Σωσιγένης ἐπῆλθεν ἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους |
|
ὑπεζωσµένος, καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχρι θαλάσσης |
|
διαγενήσεσθαι, πρὸς τὰς ὑπερβολὰς ἐχώρουν σκοταῖοι. |
|
49.8.1 |
πυρῶν δὲ καιοµένων πρὸς αὐταῖς πολεµίων, ἀπογνόντες |
ἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον, |
|
οὔτε πάντες – ἔνιοι γὰρ ἀπέδρασαν – οὔθ" ὁµοίως οἱ |
|
49.9.1 |
παραµένοντες πρόθυµοι. τολµήσαντος δέ τινος εἰπεῖν [τι] |
ὡς Σελεύκῳ χρὴ τὸ σῶµα παραδοῦναι Δηµήτριον, ὥρµησε |
|
µὲν τὸ ξίφος σπασάµενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι |
|
περιστάντες καὶ παραµυθούµενοι συνέπεισαν οὕτω ποιῆ- |
|
49.9.5 |
σαι. καὶ πέµπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθ" |
ἑαυτόν. |
|
50.1.1 |
Ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δηµητρίου |
τύχῃ σῴζεσθαι Δηµήτριον, ἀλλὰ τῇ αὑτοῦ, µετὰ τῶν |
|
ἄλλων καλῶν αὐτῷ φιλανθρωπίας καὶ χρηστότητος ἐπί- |
|
50.2.1 |
δειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιµελητάς, σκηνήν |
τε πηγνύναι βασιλικὴν ἐκέλευσε καὶ τἆλλα πάντα ποι- |
|
εῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν µε- |
|
50.3.1 |
γαλοπρεπῶς. ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ, |
τοῦ Δηµητρίου γεγονὼς συνήθης· τοῦτον εὐθὺς ἐξ- |
|
έπεµψε πρὸς αὐτόν, ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς |
|
50.4.1 |
πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν. φανερᾶς |
δὲ τῆς γνώµης αὐτοῦ γενοµένης, ὀλίγοι τὸ πρῶτον, εἶθ" |
|
οἱ πλεῖστοι τῶν φίλων ἐξεπήδων παρὰ τὸν Δηµήτριον, |
|
ἁµιλλώµενοι καὶ φθάνοντες ἀλλήλους· ἠλπίζετο γὰρ |
|
50.5.1 |
εὐθὺς παρὰ τῷ Σελεύκῳ µέγιστος ἔσεσθαι. τοῦτο δ" |
ἐκείνῳ µὲν εἰς φθόνον µετέβαλε τὸν ἔλεον, τοῖς δὲ |
|
κακοήθεσι καὶ βασκάνοις παρέσχεν ἀποτρέψαι καὶ δια- |
|
φθεῖραι τὴν φιλανθρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιν |
|
50.5.5 |
αὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλ" ἅµα τῷ πρῶτον ὀφθῆ- |
ναι τὸν ἄνδρα µεγάλων ἐσοµένων ἐν τῷ στρατοπέδῳ |
|
50.6.1 |
νεωτερισµῶν. ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δη- |
µήτριον ἀφιγµένου περιχαροῦς, καὶ τῶν ἄλλων ἐπερχο- |
|
µένων καὶ λόγους θαυµαστοὺς ἀπαγγελλόντων περὶ τοῦ |
|
Σελεύκου, καὶ τοῦ Δηµητρίου µετὰ τηλικαύτην δυστυ- |
|
50.6.5 |
χίαν καὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκει τὴν παρά- |
δοσιν τοῦ σώµατος αἰσχρὰν πεποιῆσθαι, τότε µετεγνω- |
|
κότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε |
|
Παυσανίας ἔχων στρατιώτας ὁµοῦ πεζοὺς καὶ ἱππεῖς |
|
50.7.1 |
περὶ χιλίους. καὶ τούτοις περισχὼν τὸν Δηµήτριον |
ἄφνω, τοὺς δ" ἄλλους ἀποστήσας, Σελεύκῳ µὲν αὐτὸν |
|
εἰς ὄψιν οὐ κατέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συρια- |
|
50.8.1 |
κὴν ἀπήγαγεν· ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλακῆς ἐπι- |
σταθείσης, θεραπεία µὲν ἧκεν ἱκανὴ παρὰ Σελεύκου, καὶ |
|
χρήµατα καὶ δίαιτα παρεσκευάζετο καθ" ἡµέραν οὐ µεµ- |
|
πτή, δρόµοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ παράδεισοι |
|
50.9.1 |
θήρας ἔχοντες ἀπεδείχθησαν· ἦν δὲ καὶ τῶν φίλων τῶν |
συµφυγόντων τῷ βουλοµένῳ συνεῖναι, καὶ παρ" αὐτοῦ |
|
τινες ὅµως ἐπιφοιτῶντες [ἀπὸ τοῦ Σελεύκου] ἧκον, κο- |
|
µίζοντες ἐπιεικεῖς λόγους καὶ θαρρεῖν παρακαλοῦντες, |
|
50.9.5 |
ὡς ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ |
διεθησόµενον. |
|
51.1.1 |
Ὁ δὲ Δηµήτριος ἐν τῇ τοιαύτῃ τύχῃ γεγονώς, |
ἐπέστειλε τοῖς περὶ τὸν υἱὸν καὶ τοῖς περὶ Ἀθήνας καὶ |
|
Κόρινθον ἡγεµόσι καὶ φίλοις, µήτε γράµµασιν αὐτοῦ |
|
µήτε σφραγῖδι πιστεύειν, ἀλλ" ὥσπερ τεθνηκότος Ἀντι- |
|
51.1.5 |
γόνῳ τὰς πόλεις καὶ τὰ λοιπὰ πράγµατα διαφυλάττειν. |
Ἀντίγονος δὲ τὴν τοῦ πατρὸς σύλληψιν πυθόµενος, καὶ |
|
βαρέως ἐνεγκὼν καὶ πενθίµην ἀναλαβὼν ἐσθῆτα πρός |
|
τε τοὺς ἄλλους βασιλεῖς ἔγραψε καὶ πρὸς αὐτὸν Σέλευ- |
|
κον, δεόµενος καὶ πᾶν ὅ τι λοιπὸν ἦν αὐτοῖς παραδιδούς, |
|
51.2.5 |
καὶ πρὸ παντὸς ὁµηρεύειν ἕτοιµος ὢν αὐτὸς ὑπὲρ τοῦ |
51.3.1 |
πατρός. καὶ συνεδέοντο ταῦτα πόλεις τε πολλαὶ καὶ |
δυνάσται πλὴν Λυσιµάχου· Λυσίµαχος δὲ καὶ χρήµατα |
|
πολλὰ πέµπων ὑπισχνεῖτο Σελεύκῳ κτείναντι Δηµήτριον. |
|
51.4.1 |
ὁ δ" ἐκεῖνον µὲν <καὶ> ἄλλως προβαλλόµενος, ἔτι µᾶλλον |
ἐπὶ τούτῳ µιαρὸν ἡγεῖτο καὶ βάρβαρον, Ἀντιόχῳ δὲ τῷ |
|
παιδὶ καὶ Στρατονίκῃ φυλάττων Δηµήτριον, ὡς ἐκείνων |
|
ἡ χάρις γένοιτο, παρῆγε τὸν χρόνον. |
|
52.1.1 |
Ὁ δὲ Δηµήτριος ὡς ἐν ἀρχῇ τὴν τύχην προς- |
πεσοῦσαν ὑπέµεινε καὶ ῥᾷον ἤδη φέρειν εἰθίζετο τὰ παρ- |
|
όντα, πρῶτον µὲν ἁµῶς γέ πως ἐκίνει τὸ σῶµα, θήρας |
|
52.2.1 |
ἐφ" ὅσον ἦν καὶ δρόµων ἁπτόµενος· ἔπειτα κατὰ µικρὸν |
ὄκνου πρὸς αὐτὰ καὶ νωθείας ἐπίµπλατο, καὶ φέρων |
|
ἑαυτὸν εἰς πότους καὶ κύβους κατέβαλε, καὶ τοῦ χρόνου |
|
52.3.1 |
τὸν πλεῖστον ἐν τούτοις διῆγεν, εἴτε τοὺς ἐν τῷ νήφειν |
ἀναλογισµοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρα- |
|
καλυπτόµενος τῇ µέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ |
|
τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων |
|
52.3.5 |
ἄλλως ὑπ" ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ |
µὲν ἑαυτῷ, πολλὰ δ" ἑτέροις πράγµατα παρεῖχεν, ἐν ὅπλοις |
|
καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν |
|
ἀπραγµοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει µὴ προσδοκήσας |
|
52.4.1 |
ἀνεύρηκε. τί γὰρ ἄλλο τῶν πολέµων καὶ τῶν κινδύνων |
πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως |
|
διακειµένοις, οὐχ ὅτι µόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς |
|
ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλ" ὅτι µηδ" ἥδεσθαι |
|
52.4.5 |
µηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν. |
52.5.1 |
Ὁ δ" οὖν Δηµήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθ- |
ειργµένος, ὑπ" ἀργίας καὶ πλησµονῆς καὶ οἴνου νοσή- |
|
σας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς. |
|
52.6.1 |
καὶ Σέλευκος ἤκουσέ τε κακῶς καὶ µετενόησεν οὐ µε- |
τρίως ἐν ὑποψίᾳ τὸν Δηµήτριον θέµενος τότε, καὶ µηδὲ |
|
Δροµιχαίτην ἄνδρα βάρβαρον Θρᾷκα µιµησάµενος, οὕτω |
|
φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιµάχῳ χρησά- |
|
52.6.5 |
µενον. |
53.1.1 |
Ἔσχε µέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν |
53.2.1 |
τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος ὡς |
ᾔσθετο τὰ λείψανα κοµιζόµενα, πάσαις ἀναχθεὶς ταῖς |
|
ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάµενος εἰς τὴν |
|
µεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον |
|
53.3.1 |
οὖσαν. αἱ δὲ πόλεις, αἷς προσεῖχον, τοῦτο µὲν στεφάνους |
ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δ" ἄνδρας ἐν σχήµατι πενθίµῳ |
|
53.4.1 |
συνθάψοντας καὶ συµπαραπέµψοντας ἀπέστελλον. εἰς δὲ |
Κόρινθον τοῦ στόλου καταπλέοντος, ἥ τε κάλπις ἐκ |
|
πρύµνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδή- |
|
µατι κεκοσµηµένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι |
|
53.5.1 |
δορυφοροῦντες. ὁ δὲ τῶν τότ" αὐλητῶν ἐλλογιµώτατος |
Ξενόφαντος ἐγγὺς καθεζόµενος προσηύλει τῶν µελῶν τὸ |
|
ἱερώτατον· καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφεροµένης |
|
µετὰ ῥυθµοῦ τινος, ἀπήντα ψόφος ὥσπερ ἐν κοπετῷ ταῖς |
|
53.6.1 |
τῶν αὐληµάτων περιόδοις. τὸν δὲ πλεῖστον οἶκτον καὶ |
ὀλοφυρµὸν αὐτὸς Ἀντίγονος τοῖς ἠθροισµένοις ἐπὶ τὴν |
|
θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυµένος παρέσχεν. |
|
53.7.1 |
ἐπενεχθεισῶν δὲ ταινιῶν καὶ στεφάνων περὶ Κόρινθον, εἰς |
Δηµητριάδα κοµίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυµον |
|
ἐκείνου, <συν>οικισθεῖσαν ἐκ µικρῶν τῶν περὶ τὴν Ἰωλκὸν |
|
πολιχνίων. |
|
53.8.1 |
Ἀπέλιπε δὲ γενεὰν ὁ Δηµήτριος Ἀντίγονον µὲν ἐκ |
Φίλας καὶ Στρατονίκην, δύο δὲ Δηµητρίους, τὸν µὲν |
|
Λεπτὸν ἐξ Ἰλλυρίδος γυναικός, τὸν δ" ἄρξαντα Κυρήνης |
|
ἐκ Πτολεµαΐδος, ἐκ δὲ Δηιδαµείας Ἀλέξανδρον, ὃς ἐν |
|
53.9.1 |
Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ |
Εὐρυδίκης αὐτῷ γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ |
|
γένος αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφ" οὗ |
|
Ῥωµαῖοι Μακεδονίαν ὑπηγάγοντο. |
|
53.10.1 |
Διηγωνισµένου δὲ τοῦ Μακεδονικοῦ δράµατος, ὥρα |
τὸ Ῥωµαϊκὸν ἐπεισαγαγεῖν. |